# Ἠθικὴ στοιχείωσις 487.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 487.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/487.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/487.1

δύναμιν κτῆσασθαι, αὕτη δ' ἂν εἴη ἡ χορηγουμένη ἐκ τῆς λογικῆς ἐπιστήμης εἰς διάκρισιν ἀληθείας καὶ ψευδους· δυναμένου δὲ καὶ ἀνατρέπειν τὰ ψευδῆ, μήτε σφοδρῶς, μήτε ὑβριστικῶς τοῦτο ποιεῖν· ἀλλὰ σὺν πραότητι τὴν ἀλήθειαν διώκειν, καὶ μετὰ εὐμενῶν ἐλέγχων τὸ ψεῦδος ἀνατρέπειν, καὶ ὡς αὐτὸ φησι τὸ ἔπος, ψευδὸς δ' ἤνπερ τι λέγεται, πρᾶως εἰκοντας, οὐ συγγωροῦντας οὕτως ἔχειν, ὡς λέγεται, ἀλλὰ ἀοργήτως ἀκούοντας. Οὐ γὰρ συγκατατίθεσθαι δεῖν λέγει τῷ ψεύδει τὸ πρῶως εἶχε, ἀλλ' ἀνεκτικῶς ἀκροᾶσθαι, καὶ μὴ ἐκπλήττεσθαι, εἰ ἄνθρωποι ὄντες τινὲς τῆς ἀληθείας ἀποπεπτώκασιν ἀλυσιτελῶς. Γόνιμος γὰρ ἡ ἀνθρώπου φύσις πολλῶν διαστρόφων δοξασμάτων, διὰν μὴ ταῖς κοινὰς ἐννοίας ὁρθῶς ἐπηται. Οὐδὲν οὖν, φησιν ὁ λόγος, ὀχυμαστόν, εἰ ἄνθρωπος μηδὲν τῶν ἀληθῶν μήτε μαθὼν, μήτε εὕρων, εἰς τοῦτο τῆς ἀπονοίας ἤλθε, καὶ ἕτερο δόξας ὑπεναντίας τῇ ἀληθείᾳ. Τοῦναντίον γὰρ ἂν ἤν ὀχυμαστόν, εἰ μήτε μανθάνειν μήτε ζητεῖν ἐθελῶν τις, αὐτομάτως τῇ ἀληθείᾳ περιέτυχε, ὥσπερ ἐκ τραγωδίας θεῷ τινι ἀναρχανέντι. Δεῖ οὖν συγγνωμονικῶς ἀκούειν τῶν ψευδομένων, καὶ πείρα μανθάνειν σῶν ἡμεῖς ἐκαθάρθωμεν κακῶν, τῇ μὲν κοινωνίᾳ τοῦ συγγενούς ὑποκείμενοι τοῖς αὐτοῖς πάθεσι, τῷ δὲ ἀλεξικάφω τῆς ἐπιστήμης ἐξ ἐναντίας αὐτῶν γεγόμενοι. Μέγα δὲ συντελεῖ πρὸς πραότητα καὶ τὸ τῆς ἐπιστήμης θάρσος· ἡ γὰρ ἰκανῶς παρεσκευασμένη

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
