# Ἠθικὴ στοιχείωσις 488.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 488.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/488.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/488.2

ἐκείνου σέροντας τὴν ἀντωνυμίαν τοι, ὁ κυρίως σὺ εἶ. Ἔαν οὖν τὸ λεγόμενον, μηδεὶς μήτε δι’ ἔργων, μήτε διὰ λόγων, παραγάγῃ σε τι ποιῆσαι ἢ εἰπεῖν, ὁ, τι μὴ συμφέρον ἐστὶ σοι· σὺ δὲ ἥσθα ἢ λογικὴ ψυχή· οὐκ ἀνέη, ἐὰν εὖ φρονῇς, τοῦ παραθλαπτόντος σε, τὸν ὄντα λογικὴν οὐσίαν. Σὺ γὰρ εἶ ἢ ψυχή· τὸ δὲ σῶμα, σόν· τὰ δὲ ἔκτος, τοῦ σώματος. Ἐκ γὰρ τῆς διαστάσεως ταύτης καὶ τὸ ἀσύμμετρον τηχῆσαι τῶν φύσεων καὶ τὴν ἀνθρωπίνην οὐσίαν ἥτις ἐστὶν εὐρήσεις, οὐδέποτε τὸ σῶμα, οὐδὲ τὰ ἔκτος, σεαυτὸν εἶναι τιθέμενος, οὐδ’ ὑπεραγνοϊῶν τούτων ὑποτερ σπουδῶ, ἵνα μὴ πρὸς φιλοσωματίαν καὶ φιλοχρηματίαν καθέλκυσθῃς. Ὅλους γὰρ, ὁ ἐσμεν ἀγνοῦσαντες, καὶ οὐ τὴν ἐπιμέλειαν ποιούμεθα συναγνοῦσομεν, πάντων μᾶλλον ἐπιμελούμενοι, ἢ ἡμῶν αὐτῶν, ὧν δεῖ προηγουμενὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν. Εἰ γὰρ τὸ χρώμενον τῷ σώματι ἐστὶν ἢ ψυχή, τὸ δὲ σῶμα ὀργάνου τάξει ἐπέχει πρὸς αὐτήν, τοῦ δὲ ὀργάνου χάριν τὰ ἄλλα, πρὸς βοήθειαν τῆς βεούσης αὐτοῦ φύσεως, ἐξευρημένα· δῆλον ὡς τοῦ χγουμένου καὶ πρώτου προηγουμενὴν τε καὶ πρώτην δεῖ ποιεῖσθαι τὴν ἐπιμέλειαν· δευτέραν δέ, τὴν τοῦ δευτέρου. Ὁθεν οὐδὲ ὕγιειας ἀμελήσει ὁ σοφός· οὔτι προηγούμενον τὸ σῶμα δοξάσων, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς χρείαν αὐτὸ παιδαγωγῶν, ὅπως ἂν ταῖς ἐνεργείαις αὐτῆς ἀνεμποδίστως ὑπακούῃ· καὶ ἐκ τρίτου τῶν τρίτων ἐπιμελήσεται, οἰκονομῶν τὰ ἔκτος πρὸς τὴν τοῦ ὀργάνου σωτηρίαν. Πρώτης οὖν τῆς ψυχῆς, τάχα δὲ καὶ μόνης, ἐπιμελήσεται· εἴπερ ἢ τῶν μετ’ αὐτὴν ἐπιμέλεια πρὸς τὴν

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
