# Ἠθικὴ στοιχείωσις 489.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 489.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/489.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/489.1

ταύτης προκοπὴν τείνει. Πᾶν δὲ τὸ παρὰ τὴν ἀρετὴν, τοῦτο ἤν, δ, τι τοι μὴ βέλτερόν ἐστιν· ὅ γὰρ συμφέρον ἡ ἀρετή, τούτῳ τὸ παρ' ἐκείνην ἀσύμφερον. Κύκλον οὖν περιβάλλεσθαι συμβουλεύει τῶν ἀρετῶν φυλακτικὸν ὁ μηδέν πείθεσθαι δεῖν λέγων τῷ πειρωμένῳ τῆς ἀρετῆς ἀπάγειν, δι' οἷον ἂν ἔργων ἢ λόγων τῆς πρὸς τὸ γείρον ἐκτρεπούσης πειθούσης προσάγῃ τὴν πείραν· οἷον, μὴ ὑποσγέζειν προσάγων τύραννος, ἢ ταύτας ἔργῳ βεβαιῶν· μὴ ἀπειλαῖς ὀρυβδῶν, ἡ αἰχμίας βιαζόμενος· μὴ φίλιον πρόσωπον, τῇ οἰκειότητι τὴν ἀπάτην ἐπικρυπτόμενον, ἀπαγάγῃ σε τοῦ συμφέροντος τῇ ψυχῇ. Ἡν δὲ ἀλήθεια καὶ ἀρετὴ τὰ ταύτην ὑφελοῦντα μόνα. Ἀνεξάπατος δὲ ἐστ, εἰ τὴν οὐσίαν τὴν σαυτοῦ γνούς, ἥτις τέ ἐστι, καὶ ὅ φύσει εἴωκε, τῆς πρὸς ἐκείνου ὁμοιώσεως ἀεὶ τὴν ἐπιμέλειαν ἔχοις· πᾶν δὲ τὸ τῆς ὁμοιώσεως ἀπάγον μεγίστην ἡγοῖο ζημίαν. Τοῦτο γὰρ ἤν, δ, τι τοι μὴ βέλτερόν ἐστι, τὸ τῆς ὁσίας ὁμοιώσεως ἀπάγον· ἐπειδή καὶ βέλτερον ἡμῖν ἐστι τὸ πρὸς τὴν τοιαύτην ὁμοίωσιν σέρον. Τί οὖν προσάξει τις ἴκανὸν ἀποστῆσαι ἡμᾶς τῆς πρὸς θεὸν ὁμοιώσεως καὶ φιλοσοφίας; χρημάτων ὅσων ἡ ἀφαίρεσιν; Ἀλλὰ μεμαθήκαμεν μετὰ τοῦ ὀρθοῦ λόγου καὶ προσεῖσθαι ταῦτα καὶ ἀποτιθεσθαι· καὶ τὸ ἀστατον τῆς κτήσεως αὐτῶν ἡμᾶς οὐ λανθάνει. Τί γάρ; ἂν μὴ οὕτως αὐτὰ ἀφῃλῆται, κλέπτης· αὐτὰ οὐκ ἀφαιρήσεται; καὶ γενναῖος αὐτῶν ὑπομενὸν ὁν τὴν ἀποβολὴν ὑπὸ τοῦ μὴ ἔχοντος. Ναυάγιον αὐτὰ οὐ παταρήσεται; πόσοι δὲ ἄλλοι τρόποι διαφθορὰν χρημάτων ἐπάγουσιν; Ἄν ἕνεκα καὶ τὸν ὑπὲρ ἀρετῆς λογισμοῦθα λόγον, ἔχουσίαν πενίαν μετὰ τοῦ καλοῦ ἀνταλλακτόμενοι χρημάτων, καὶ μετ' εὐλογίστου αἰτίας αὐτὰ ἀποδιδόντες, καὶ τοσοῦτον τὴν ἀρετὴν ὠνούμενοι, ὅσον ἂν ἡμᾶς βλάπτῃ τὸ ταύτης παρακίνειν ἐπιχειρῶν. Ἄλλὰ στρεβλώσεις προσοίσει, καὶ ὀαντον. Προγείρων οὖν πρὸς ταῦτα ἀποκρίνεσθαι, ὡς οὐχ ἡμεῖς ταῦτα πεισόμεθα, ἐὰν γε τὸ Ἡμεῖς τηρῶμεν· ἀλλὰ τὸ σῶμα ἔσται τὸ ὑβριζόμενον· τὸ σῶμα τὸ ἀποθνῄσκον, οὐδὲν παρὰ τὴν αὐτοῦ φύσιν πάσχον. Φύσει γὰρ ἐστι θνητόν, καὶ τμητόν, καὶ μυρίοις ὑποκείμενον πάθεσιν, ἂ τυράννου μᾶλλον ἢ τυχοῦσα νόσος ἐπήγαγε. Τί οὖν φεύγομεν

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
