# Ἠθικὴ στοιχείωσις 490.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 490.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/490.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/490.1

ἂ οὐκ ἔστιν ἐφ’ ἡμῖν φεύγειν· οὐ τηροῦμεν δὲ μᾶλλον, ἂ ἔστιν ἐφ’ ἡμῖν τηρῆσαι; Τὸ γὰρ ὀνητὸν φύσει καταδεδικασμένον θανάτῳ οὐκ ἔστιν ὁτιοῦν ποιούντας ἐκσῴσαι τούτου· τὸ δὲ ἀθάνατον ἡμῶν (ὅπερ ἔστιν ἡ ψυχὴ καὶ ἡμεῖς) δυνατὸν ἀρετῇ κοσμηθῆναι μὴ μαλαχισθέντας περὶ τὸν ἀπειλούμενον θάνατον. “Ὅν εἰ μετ’ εὐλόγου αἰτίας ὑπομείνωμεν, κοσμήσομεν τῇ ὀρθῇ προαιρέσει τὴν ἀνάγκην τῆς φύσεως. Ταῦτα οὖν ἔστι τὰ μεγάλα, ὧν ἂν ἄλλος ἄλλῳ προτείνειν τι παθεῖν, ἢ ἀποτίσαι· τὰ δὲ εἴσω τῆς ψυχῆς ἀδούλωτα ἄλλῳ, καὶ ἐλεύθερα, ἐὰν ἡμεῖς ἐθελήσωμεν· ἐὰν μὴ τῇ πρὸς τὸ σῶμα, ἢ τὰ ἔκτος, ἀμέτρῳ προσπαθείᾳ τὴν ἐλευθερίαν ἡμῶν ἐκόντες δουλαγωγήσωμεν, ζωὴς ἐργμέρου καὶ χρημάτων τὸ ἀγαθὸν τῆς ψυχῆς ἀποδιδόμενοι. Ταῦτα ἡμῖν εἰσγγεῖται τὸ προκειμένον παράγγελμα ἐπὶ παντὶ τελεῖν, δι’ ὧν τὸ μόνιμον καὶ ἀπαράγωγον τῆς ἀρετῆς ἐπισφραγίζεται. Ἀλλ’ ἐπὶ τὰ ἕξης μετιώμεν, πρὸς τὸ αὐτὸ δόγμα τὴν ἀναφορὰν ἔχοντα.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
