# Ἠθικὴ στοιχείωσις 492.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 492.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/492.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/492.1

αὐτὴ φιλοσοφίας ἀρχὴ γίνεται, καὶ τῶν ἀνοήτων ἔργων τε καὶ λόγων ψυχή, καὶ τῆς ἀμεταμελήτου ζωῆς ἡ πρώτη τεχρασκευὴ. Ὁ γὰρ καλῶς πρὸ τῶν πράξεων βουλευόμενος οὐ περιπίπτει λύπαις ἀκούσιαις, οὐδὲ λανθάνει τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις διδούς, ὧν τὰ συμπεράσματα καὶ τὰς ἐκβάσεις οὐκ ἀσμενίζει, ἀλλ’ ἀεὶ τὸ παρὸν συντιθῆσι, τῶν ἄλλως ἐπισυμβανόντων τὰς τύχας ἐχλογιζόμενος. Δι’ οὐτε προσδοχία τῶν λεγομένων ἀγαθῶν τὸ ὄντως ἀγαθὸν ἂν παρίδοι, οὔτε φόβος τῶν ἐναντίων τὴν τοῦ κακοῦ πράξιν αἱρήσεται· ἑστῶση δὲ τῇ γνώμῃ πρὸς τοὺς θεοὺς κακόνας τὸν ἑαυτοῦ βίον ἀπευθύνει. Ἴνα δὲ γνῶσι δεῖ λου πρὸς ἀνδρός ἐστι πράσσειν τε καὶ λέγειν ἀνόητα, ὅρα Μήδειαν τὴν ἐν τῇ τραγωδίᾳ τὰ καὐ’ αὐτὴν ὁδυρομένην· ἥτις ἀδουλλῶτος τοὺς οἰκειοτάτους προδοῦσα δι’ ἔρωτα ἑκτοπον ἀνδρὶ ξένῳ ἑαυτὴν ἐνεγείρισεν· ἑπειτα ὀλιγωρουμένη ὑπὸ τούτου, ἀφόρητα πάσχειν οἴεται· καὶ ἐκ τῆς οἴησεως ταύτης ἀκούσις οἷα βοᾷ·

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
