# Ἠθικὴ στοιχείωσις 493.4

Hierocles, Ἠθικὴ στοιχείωσις, 493.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/493.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/493.4

Ἡ μὲν γὰρ σύνεσις τῆς ἀγνοίας τὴν ἐκ τῆς οἰήσεως ἐγειρομένην προπέτειαν ἐκκόπτει· ἢ δὲ τῆς ἐπιστήμης κτῆσις τὸ τῶν ἐνεργειῶν ἀπαρρηπότατον δίδωσιν. Ἀμφοτέρα δὲ καλά, καὶ τὸ εἰδέναι ὅτι οὐκ ἴσμεν, καὶ τὸ γινώσκειν ἃ οὐκ ἴσμεν· οὗς ἕπεταί βίος ὁ ἀρίστος· ἄμα καὶ ἡδίστος. Οὗτος δὲ ἐστιν ὁ οἴησεως μὲν καθυρεῦν, ἐπιστήμης δὲ πλήρης· ἐπὶ μηδενὶ μὲν ἐπαιρόμενος ὧν οὐκ οἶδε, μαυνᾶναι δὲ ἐθέλων ὅσα ἀξία μαθήσεως. Ἄξια δὲ ἐκεῖνα μόνα, ὅσα πρὸς τὴν θεῖαν ὁμοίωσιν ἡμᾶς ἀνάγει· ὅσα ποιεῖ βουλεύεσθαι πρὸ ἔργου, ὅπως μὴ μῶρα πέλῃται· ὅσα οὐκ ἐξ παράγεσθαι ὑπ’ οὐδενὸς οὔτε λόγου, οὔτε ἔργου· ὅσα διακρίνειν ἰκανοὺς ποιεῖ τῶν προσπιπτόντων λόγων τὸ διάφορον· ὅσα τὰς δαιμονίας τύχας πρᾶως φέρειν καὶ ἴσταθαι πείθει, καὶ τὴν ὀανότου καὶ πενίας ἀφοδίαν διδάσκει, καὶ δικαιοσύνης· ἄσκησιν, καὶ γαστρὸς καὶ τῶν περὶ τὴν γαστέρα τὴν ἐγκράτειαν· ὅσα τοὺς τῆς φιλίας νόμους εἰσηγεῖται, καὶ τὴν γονέων τιμὴν· ὅσα τῶν κρειττόνων γενῶν τὸ σῖβας ὑποδείκνυσιν. Ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, ἃ διδάσκεσθαι χρὴν φασιν ὁ παρὼν λόγος, οἷς ἕπεταί βίος ὁ τερπνότατος. Ὁ γὰρ ἀρετῇ διαπρεπὼν καὶ ἡδονὰς ἀμεταμέλητους καρποῦται μιμουμένος τὸ τῆς ἀρετῆς μόνημον. Πέρυχε γὰρ πᾶσα ἡδονὴ ἐνεργείας ἡσινοςοὺν εἶναι παρακολούθημα. Οὗ γὰρ αὐτὴ καθ’ ἑαυτὴν τὴν ὑπόστασιν ἔχει, ἀλλ’ ἐπακολουθεῖ τάδε ποιούσιν ἡμῖν ἢ τἀδε. Διὸ ταῖς μὲν

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
