# Ἠθικὴ στοιχείωσις 494.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 494.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/494.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/494.1

φαυλοτέρας τῶν ἐνεργειῶν αἱ χεῖρους τῶν ἡδονῶν ἐπονται, ταῖς δὲ ἀμείνους ἡδοναὶ συνεισέρχονται σπουδαῖαι· ὥστε μὴ μόνῳ τῷ καλῷ περιειναι τὸν σπουδαῖον τοῦ φαύλου, ἀλλὰ καὶ αὐτῇ τῇ ἡδονῇ νικᾶν, δι’ ἣν μόνην δοκεῖ εἰς κακίαν δὲ φαύλος ὑπάγειν. Καὶ γὰρ ὅσῃ ἡ διάθεσις τῆς διαθέσεως ἀμείνων, τοσούτῳ καὶ ἡ ἡδονὴ τῆς ἡδονῆς αἱρετωτέρα. Ἐπεὶ οὖν ὁ κατ’ ἀρετὴν βίος, τῆς θείας ὁμοιώσεως ἀντεχόμενος, τῷ ὄντι θεὸς ἐστιν, ὁ δὲ ἐν κακίᾳ, θηριώδης καὶ ἀθεος· δῆλον ὡς ἡ μὲν τοῦ σπουδαίου ἡδονὴ τὴν θεῖαν εὐφροσύνην μιμεῖται νῦν καὶ ὀψὲ συνεπομένη, ἡ δὲ τοῦ φαύλου ἡδονὴ λεγομένη (εἰδόθω γὰρ κοινὸν τὸ ὄνομα) πρὸς τὴν θηριώδη καὶ ἐμπλήκτον ὁμοιοῦται κίνειν. Ἰδοὺ γὰρ καὶ λύσαι μεθιστᾶσιν· ὅν δὲ μὲν ἀρούμενος, ὅθεν τε δεῖ, καὶ ὅποτε, καὶ ὅπόσον, εὐδαμονεῖ· ὁ δὲ τὰ μέτρα τούτων ἀγνοήσας, ἀθλιος. Οὕτως οὖν ὁ μὲν οἰήσεως καθορῶν βίος ἀναμάρτητός ἐστι μόνος· ὁ δὲ καὶ ἐπιστήμης πληρουθείς, κατωρθωμένος καὶ τέλειος· ὁ δ’ αὐτὸς ἡδιστός τε ἄμ μα καὶ ἀριστος. Οὐκοῦν ἄ μὲν μὴ ἴσμεν οὐδέποτε πράξομεν· ἄ δὲ ἴσμεν, ὅτε δεῖ. Ἡ μὲν γὰρ ἀγνοία τὴν κακίαν εἰσγγεῖται, ἡ δὲ γνώσις τὴν εὐκαιρίαν ζητεῖ. Πολλὰ γὰρ ὄντα σπουδαῖα τῇ μεταθέσει τοῦ καιροῦ γίνεται φαῦλα. Ἐν ταξεῖ οὖν ἀκούσωμεν τοῦ παραγγέλματος, ἐκ μὲν τῆς ἐποχῆς τῶν πράξεων τὸ ἀναμάρτητον

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
