# Ἠθικὴ στοιχείωσις 496.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 496.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/496.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/496.1

καὶ ποτά, καὶ γυμνάσια, ἐκλέγεσθαι χρή, ἃ τὸ σῶμα πειθύνον πρὸς τὴν τῶν ἀρετῶν χρείαν ἀπεργάζεται, ἃ μὴ ἐκφέρει τὸ ἀλόγον πρὸς ἀφνίασιν τοῦ ἡγεμονούντος λόγου. Μετὰ πλείστως δὲ προσοχῆς ποιεῖσθαι σε δεῖ τὴν παραμέτρησιν τῆς ἐπιμελείας τοῦ σώματος, ὡς καὶ τῶν τοῦτο παραλόγων κινήματων τὴν αἰτίαν ὑφέξεσθαι. Βρίθει γὰρ ὁ τῆς κακίας μετέχων ἵππος, οὐχ ἀπλῶς, ἀλλ’ ὅτε μὴ καλῶς εἴη τεθραμμένος ὑπὸ τῶν ἡνιόχων. Ἐν δὲ τῷ μέτρω, τῷ περὶ τὸ σῶμα, τὸ ποτὸν τοῦ σιτίου προέταξεν, ὅτι μᾶλλον ἐστι δυσφύλακτον, καὶ εὐθλίσθον εἰς κατάποσιν, καὶ παρακινητικὸν τῆς τοῦ σώματος εὐεξίας. Λάθου γὰρ ἄν τις πολλαπλάσια τούτῳ μέτρου πίων μᾶλλον ἢ φαγών. Τὰ δὲ γυμνάσια τρίτα τέτακται, ὡς ἐπανορθοῦμενα τὴν ἀπὸ τῆς τροφῆς πληρώσιν, καὶ πάλιν πρὸς τὸ ὑγιεινὸς τρέφεσθαι παρασκευάζοντα. Κύκλῳ γὰρ οἷον ἀνταποθίζονται ταῦτα ἀλλήλοις, τροφή, καὶ γυμνάσιον· καὶ γυμνάσιον, καὶ τροφή. Χρηγία γὰρ τοῦ μὲν δύνασθαι γυμνάζεσθαι τὸ εὐ τεθράφθαι, τοῦ δὲ εὐκτιχῶς τρέφεσθαι, τὸ γεγυμνάσθαι συμμάχως. Μέτρον δὲ τούτων ἄλλο ἄλλῳ, πρὸς τὸ οἰκεῖον ἐπιτήδευμα τῆς τοῦ σώματος ἐπιμελείας ἑκάστῳ τεινούσης. Ἡς γὰρ τῆς ἑαυτοῦ προαιρέσεως ὄργανον αὐτὸ ποιεῖσθαι σπουδάζει· ὁ μὲν παλαιστρικὸς τῶν περὶ πάλην κινημάτων· ὁ δὲ γεωργικὸς τῶν περὶ γεωργίαν πόνων· καὶ ἄλλος πρὸς ἄλλο ἕλκει καὶ μεβαρμόζεται τὴν τοῦ σώματος ὑπουργίαν. Τί οὖν ὁ φιλόσοφος; πρὸς τί βλέπων εὐελήσει τὸ σῶμα παιδαγωγεῖν; καὶ τίνος ὄργανον αὐτὸ σπουδάσει ποιήσασθαι, ἢ ὅλῳν ὅτι φιλοσοφίας

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
