# Ἠθικὴ στοιχείωσις 504.9

Hierocles, Ἠθικὴ στοιχείωσις, 504.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/504.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/504.9

καὶ μεταπίπτοντα· διὸ οὔτε ἀξίων ἐπ’ αὐτοῖς ὁμνύναι, ὁ θεὸς ὁμνεῖται. Εἰ γὰρ τὰ ὄντα πάντα ταῖς αἰτίοις δεκάδος διαστήματι ἀνακυκλουμένῳ προχωρεῖν δύναται. Τῇς δὲ δεκάδος δύναμις ἡ τετράς. Πρὸ γὰρ τῆς κατὰ διέξοδον τελειότητος τῆς ἐν τῇ δεκάδι, γνωμένη τις τελειότης ἐν τῇ τετράδι θεωρεῖται. Κατὰ γὰρ σύνθεσιν τὴν ἀπὸ μονάδος ἕως τετράδος, δεκάς τὸ πᾶν ἀριθμὸν γίνεται. Α’ γὰρ, καὶ β’, καὶ γ’, καὶ δ’, τὴν δεκάδα πληροῖ. Καὶ ἐστι μεσότης ἀριθμητικὴ μονάδος καὶ ἐβδομάδος ἡ τετράς. Τῷ ἴσῳ γὰρ ἀριθμῷ πως ὑπερέχει, καὶ ὑπερέχεται, τριάδι μὲν ἐβδομάδος λειπομένη, τριάδι δὲ μονάδα ὑπερβάλλουσα. Μονάδος γὰρ καὶ ἐβδομάδος τὰ ἴδιώματα κάλλιστα εἰσι καὶ ἄριστα. Ἡ μὲν γὰρ μονάς, ὡς ἀρχὴ παντὸς ἀριθμοῦ, τὰς πάντων δυνάμεις ἐν ἑαυτῇ συνέχει· ἡ δὲ ἐβδομάς, ὡς ἀμήτωρ καὶ παρθένος, τὴν τῆς μονάδος ἀξίαν δευτέρας ἔχει. Οὔτε γὰρ γεννᾶται ἐξ ἀριθμοῦ τινος τῶν ἐντὸς δεκάδος· ὡς δ δ’, ἐκ τοῦ δις β’, καὶ δ ἐξ ἐκ τοῦ δις γ’, καὶ δ ἡ’ ἐκ τοῦ δις δ’, καὶ δ θ’ ἐκ τοῦ τρίς γ’, καὶ δ ι’ ἐκ τοῦ δις ε’. Οὔτε γεννᾷ τινὰ τῶν ἐντὸς δεκάδος· ὡς δ δύο τὸν τέσσαρα, καὶ δ γ’ τὸν ἐξ καὶ τὸν θ’, καὶ δ ε’ τὸν ι’. Τῆς δὲ ἀγεννήτου μονάδος καὶ τῆς ἀμήτορος ἐβδομάδος ἡ τετράς μέση κεῖμένη, τὰς τῶν γεννωμένων καὶ γεννωμένων δυνάμεις ἅμα καὶ συνείληφε καὶ συνέχει, μόνη τῶν ἐντὸς δεκάδος καὶ γεννωμένη ὑπὸ τινὸς ἀριθμοῦ, καὶ γεννώσα τινα. Ἡ γὰρ διὰς ἑαυτὴν διπλασιάσασα τὴν τετράδα γεννᾷ· ἡ δὲ τετράς δις γενωμένη, τὸν ὀκτὼ ἀποτελεῖ. Καὶ στερεοῦ πρώτη ἕφαρσις ἐν τῇ τετράδι εὑρίσκεται. Τὸ γὰρ σημεῖον ἀναλόγόν ἐστι μονάδι, ἡ δὲ γραμμὴ

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
