# Ἠθικὴ στοιχείωσις 506.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 506.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/506.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/506.2

ἀγαθῶν· καὶ τὸ μὲν ἐξευρίσκειν περιυκέναι τὰ καλά, τὸ δὲ ἐκφαίνειν τῷ ζητοῦντι ὁρθῶς· ἡ δὲ εὐχὴ μεσό-μιον εἶναι τῆς τε παρ’ ἡμῶν ζητήσεως καὶ τῆς παρὰ τοῦ θεοῦ δώσεως, εὖ ἑχομένην τῆς αἰτίας ἡμῶν, τῆς εἰς τε τὸ εἶναι προαγοῦσης ἡμᾶς, καὶ πρὸς τὸ εὖ εἶναι τελειούσης. Πῶς δ’ ἂν λάβοι τις τὸ εὖ, μὴ διδόντος θεοῦ; πῶς δ’ ἂν δοῖν τῷ πρὸς τὰς ὁρμὰς αὐτεξουσίων μὴ αἰτοῦντι τὸ διδόναι περιυκῶν θεός; Ἰν’ οὖν μήτε λόγῳ μόνῳ τὴν εὐχὴν ποιούμεθα, ἀλλὰ καὶ ἔργῳ ταύτην κρατύνομεν, μήτε τῇ ἑαυτῶν ἐνεργείᾳ μόνῃ θαρρῶμεν, ἀλλὰ καὶ τῆς θεοῦ συνεργείας ἐχόμεθα, καὶ, ὡς εἴδος ἐπὶ ὕλη, τὴν εὐχὴν τῷ ἔργῳ συνά-πτωμεν· καὶ τὸ ὅλον τοῦτο, ὅπως ἂ ἐργαζόμεθα καὶ εὐχόμεθα, καὶ ἂ εὐχόμεθα ἐνεργῶμεν· συνάψας εἶ-πεν, ἀλλ’ ἔρχευ ἐπ’ ἔργον θεοίσιν ἐπευξά-μενος τελῆσαι. Οὐτε γὰρ μόνον προθυμεῖσθαι δεῖ τὰ καλά, ὡς ἐφ’ ἑαυτοῖς ὧν κατορθωῆσαι, καὶ χωρὶς τῆς τοῦ θεοῦ συνεργείας· οὔτε φιλοῖς τῆς εὐχῆς τοῖς λόγοις ἀρκεῖσθαι, μηδὲν πρὸς τὴν κτῆσιν τῶν αἰτη-θέντων συνεσιφέροντας. Οὕτω γὰρ ἡ ἄθεον ἀρετήν (εἰ σῶν τε τοῦτο εἰπεῖν) ἐπιτυχεῖσθαι, ἡ ἀνεργήτων εὐχῶν· ὧν τὸ μὲν ἄθεον ὧν προαναίρει τῆς ἀρετῆς τὴν οὐσίαν, τὸ δὲ ἀργὸν ἐκλύει τῆς εὐχῆς τὸ δραστήριον.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
