# Ἠθικὴ στοιχείωσις 507.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 507.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/507.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/507.1

Πῶς γὰρ ἔσται τι καλόν, δ μὴ πρὸς κανόνα τὸν θεῖον πράττεται· πῶς δὲ τὸ ποδὸς τοῦτον πραχθὲν ἐμὲν οὐ τῆς ἐκείνου συνεργίας παντὸς δεῖται πρὸς ὑπόστασιν; “Ἐστι γὰρ ἡ ἀρετὴ εἰκὼν θεοῦ ἐν ψυχῇ λογικῇ”· εἰκὼν δὲ πᾶσα τοῦ παραδείγματος δεῖται πρὸς γένεσιν, καὶ οὐχ ἀρχεῖ τῷ κτωμένῳ, ἐὰν μὴ καὶ ἐκεῖσε βλέπῃ, οὐ πρὸς ὁμοίωσιν τὸ καλὸν κτηθήσεται. Σπεύδοντες οὖν πρὸς τὴν ἐνεργὸν ἀρετὴν εὐγεσθαι προσήκει, καὶ εὐχομένους τὴν κτῆσιν ταύτης ἐργάζεσθαι· τοῦτο δ’ ἤν, τὸ πρὸς τὸ θεῖον καὶ λαμπρὸν βλέποντας πράττειν, καὶ πρὸς φιλοσοφίαν ἑαυτοὺς συντείνειν, μετὰ τοῦ εὐχεσθαι τῆς πρώτης αἰτίας τῶν ἀγαθῶν. “Ἡ γὰρ πηγὴ τῆς ἀεννάου φύσεως ἡ τετραχὺς ἐκείνη οὐ μόνον τοῦ εἶναι τοῖς πᾶσιν, ἀλλὰ καὶ τοῦ εὖ εἶναι, αἰώνιος αἰτία καθέστηκε, τὸ οἰκεῖον ἀγαθὸν διὰ παντὸς ἐπαπλίσασα τοῦ κόσμου, οἷον φῶς ἀχράτον καὶ νοερὸν. “Ἡ δὲ ταύτης εὐεργεμένη ψυχή, καὶ, ὡς ὅμμα πρὸς ὀψιμωπίαν ἑαυτὴν διασημάσασα, ἐκ τε τῆς ἐπιμελείας τῶν καλῶν πρὸς τὴν εὐχὴν ἀνεγείρεται· καὶ πάλιν ἀπὸ τῆς εὐχῆς τῆς πληρώσεως τὸν σπουδὴν ἐπείτεται, λόγῳ· ἔργα συνάπτουσα, καὶ ἔργα σπουδαία ὑδαίας διαλέξεσι βεβαιοῦμένη. Καὶ τὰ μὲν εὑρίσκουσα, τὰ δὲ ἐλλαμπομένη, σπουδάζει τὰ εὐγετα, καὶ εὐγεταῖ τὰ σπουδαζόμενα. Τοιαύτη μὲν ἡ τῆς σπουδῆς καὶ τῆς εὐχῆς ἕνωσις. Τί δὲ τὰ δι’ ἀμφοτέρων τούτων κατορθούμενα, ἐξῆς ἀκούσωμεν.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
