# Ἠθικὴ στοιχείωσις 534.9-536.13

Hierocles, Ἠθικὴ στοιχείωσις, 534.9 to 536.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/534.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/534.9

πράγμασι διαπλανῶνται. 124. Γλῶσσα βλάσφημος διανοίας κακῆς ἐλεγχος. 132. Τὰ μὲν φυτὰ ἀπὸ τῆς ρίζης, ἡ δὲ δόξα ἀπὸ τῆς πρώτης ὑπολήψεως αὔξεται. 133. Ἴσπου μὲν ἀρετὴν ἐν πολέμῳ, φίλου δὲ πίστιν ἐν ἀτυχίᾳ κρίνομεν. 134. Σκευὴ τὰ μὲν καινὰ κρεῖττον, φιλία δὲ ἡ πα-λαιότερα. 135. Φεύγειν δὲ τὴν φιλίαν, ὧν τινων ἀμφίβολος ἡ διάθεσις. 136. Αἱ ἐπιφανεῖς τύχαι, καθάπερ οἱ σφοδροὶ τῶν ἀνέ-μων, μεγάλα ποιοῦσι ναυάγια. 137. Ἀδύνατόν ἐστιν φορτίον ἐπιθεῖναι, ἢ ἀπαιδεύτῳ ψυχῇ εὐτυχίαν ταυτὸν ἐστιν. 138. Ἡ τύχη καθάπερ τοξότης, ποτὲ μὲν ἐπιτυγχάνει βέλλουσα ἐφ’ ἡμᾶς, ὥσπερ ἐπὶ τινὰ σκοπόν, ποτὲ δὲ ἐπὶ τὰ σύγγυγα παρακείμενα ἡμῖν. 139. Στασιμοὶ εἰσιν αἱ τῶν πεπαιδευμένων ἐλπίδες, ὡς ἐν λιμένι τῷ λογισμῷ ὁρμοῦνται. 125. Ὁ τῶν ἀσώτων βίος ὥσπερ καὶ ἡμέραν ἀποθνῆ-σκων ἐκφέρεται. 126. Ἡ χάρις ὥσπερ ἡ σελήνη, ὅταν τελεία γένηται, τότε καλῇ φαίνεται. 127. Ἀχάριστον εὐεργετεῖν καὶ νεκρὸν μυρίζειν ἐν ἴσῳ κεῖται. 128. Φθείρεται δὲ μὲν κόσμος πυρὶ καὶ ὕδατι, δὲ δὲ τῶν ἀκολάστων πλοῦτος ἔρωτι καὶ μέθῃ. 129. Ὕβρις καὶ οἶνος ἀποκαλύπτειν εἴωθας φίλοις τὰ ἥθη τῶν φίλων. 130. Ὅπερ ἂν σωπᾶσθαι βούλῃ, μηδενὶ εἴπης, ἢ πῶς παρὰ τινος ἀπαιτήσεις τὸ πιστὸν τῆς σωπῆς, ὁ μὴ παρέσχες σεαυτῷ; 131. Ὡσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτω τοὺς φθο-νεροὺς ὑπὸ τοῦ ἰδίου χόλου κατεσθίεσθαι. 140. Αἱ μὲν τῆς ἀρετῆς ἐλπίδες ἰδῖαι εἰσὶ τῆς ψυχῆς, αἱ δὲ τῆς κακίας νόθοι. 148. Βότρυας τρεῖς ἡ ἀμπελος φύει, τὸν μὲν πρῶτον ἡδονῆς, τὸν δεύτερον μέθης, τὸν δὲ τρίτον ὑδρεως. 149. Ἱερὸς καὶ τεῖχος καὶ ὄπλον σοφοῦ ἡ φρόνησις. 150. Κενὸς ἐκείνου φιλοσόφου λόγος ὅφ’ οὐ μηδὲν ἀνωρόπου πάθος θεραπεύεται. Ὡσπερ γὰρ ἰατρικῆς οὐκ ὀφελος μὴ τὰς νόσους ἐκβαλλούσης ἀπὸ τῶν σωμάτων· οὕτως οὐδὲ φιλοσοφίας, εἰ μὴ τὸ τῆς ψυχῆς κακὸν ἐκβάλλοι. 151. Ξίφος πληγὴ κουφότερα γλώσσης· τὸ μὲν γὰρ σῶμα, ἡ δὲ τὴν ψυχὴν τιτρώσκει. 152. Ὀμοιον ἀψινθίου τὸ ὀριμὸ καὶ λόγου παρβρήσιν ἐκκόψαι.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
