# Ἠθικὴ στοιχείωσις 581.1

Hierocles, Ἠθικὴ στοιχείωσις, 581.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/581.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/581.1

πολλούς ἔχουσα τῆς εὐκοσμίας φύλακας. Ὁ δὲ μηνίων εὐσεβῶς ἔστω καὶ κατὰ τῶν οἰκειοτάτων ἐξαγγέλλων· οὐδὲν γὰρ ἔστιν οἰκειότερον πατρίδος. Ἐμφανιζόντων δὲ μὴ τὰ δι’ ἀχούσιον ἀγνοίαν γιγνόμενα, ἀλλ’ ὅσον ἂν ἐκ προνοίας τι ἀμαρτάνωσιν. Ὁ δ’ ἐμφανισθεὶς ἂν ἐθεληφόρῃ τῇ μνησταντί, μισείσθω ὑπὸ πάντων, δίκην διδοὺς ἀγαρισταίας, ἥς ἀποστερεῖ τὸν ἰατρεύοντα μεγίστην νόσον ἰατρευόμενος ἀδίκων. Ἔστω δὲ μέγιστα ἀδύχηματα θεῶν καταχρόνησις καὶ γονέων κάκως ἔχουσιν καὶ ἀρχόντων καὶ νόμων ὀλιγωρία καὶ ἔχουσιν ἀτιμία δικαιοσύνης. Δικαιότατος δὲ ἔστω καὶ δσιώτατος πολιτὴς ὁ ταῦτα τιμῶν καὶ ἐμφανίζων πρὸς πολιτὰς καὶ ἄρχοντας κατὰ τῶν καταχρονούντων. Ὑπὲρ πατρίδος ἀποθνήσκειν σεμνότερον ἔστω ἢ γλιγόμενον τοῦ ζῆν ἐγκαταλιπεῖν αὐτὴν καὶ τὸ καλόν. Κρεῖττον γὰρ τεθνάναι καλῶς ἢ ζῆν αἰσχρῶς καὶ ἐπονειδίστως. Χρὴ δὲ καὶ τῶν τελευτούντων ἕκαστον τιμᾶν μὴ δακρύοις μηδὲ οἴκτοις, ἀλλὰ μνήμῃ ἀγαθῇ καὶ τῇ τῶν κατ’ ἔτος ὡραίων ἐπιφορᾷ, ὡς ἀχαριστίας οὖσης πρὸς δαίμονας χθονίους λύπης ὑπὲρ τὸ μέτρον γιγνομένης. Βλασφημεῖτω δὲ μηδεὶς ἐπ’ ἀδίκῳ βλάψῃ περὶ μηδενός· διώτερον γὰρ εὐημερία κακηγορίας. Νομιζέσθω δὲ πολιτὴς ἀμείνων ὁ τῆς ὀργῆς κρείττων μᾶλλον τοῦ διὰ ταῦτες πλημμελοῦντος. Ὁ ἱερὰ καὶ ἀρχεῖα ὑπεραίρων τῇ πολυτελείᾳ τῶν ἰδίων μὴ εὐδοκεῖτω, ἀλλ’ ὀνειδίζεσθω· μηδὲν γὰρ ἔστω ἰδιωτικὸν μεγαλοπρεπεστέρον καὶ σεμνότερον τῶν δημοσίων. Ὁ πλοῦτον καὶ χρήμασι δουλεύων καταφρονείσθω ὡς μικρόψυχος ὧν καὶ ἀνελεύθερος καὶ καταπληττόμενος ὑπὸ κτημάτων πολυτελῶν καὶ βίου τραγωδουμένου, καὶ εὐτελὴς εἶναι τὴν ψυχὴν ὑπολαμβάνεσθω. Ὁ γὰρ μεγαλόψυχος προδιανοεῖται πάντα παρ’ ἑαυτῷ τὰ παρ’ ἀνθρώποις, καὶ δι’ οὐδενὸς ὀρυβδεῖται τοιούτου ὅταν παραπέσῃ. Αἰσχροζήμενοιτω δὲ μηδεὶς, ὅπως ἂν μὴ προσοικεῖ τὴν διάνοιαν ἔργοις αἰσχροῖς, μηδὲ ἀναπιμπλῇ τὴν ψυχὴν ἀναιδείας καὶ μισημάτων. Τὰ μὲν γὰρ εὐσχήμονα καὶ φίλα τοῖς οἰκείοις ὀνόμασι καὶ κειμένοις ὑπὸ τοῦ νόμου προσαγορεύομεν, πρὸς ἃ δ’ ἐχθρῶς ἔχομεν, ξιστάμεθα καὶ τῆς προσχωρίας διὰ τὸ αἰσχρόν. Ἔστω δὲ καὶ αἰσχρὸν εἰπεῖν τὸ αἰσχρόν. Γυναικὶ δὲ τὴν κατὰ νόμους ἕκαστος στεργέτω καὶ ἐκ ταύτης τεκνοποιεῖσθω, εἰς ἄλλο δὲ μηδὲν προείσθω τέκνων μὲν αὐτοῦ σπορᾶν· μηδὲ τὸ σῶμα καὶ νόμῳ τιμίων ἀνόμως ἀναλισκέτω καὶ ὑβριζέτω. Ἡ γὰρ φύσις τεκνοποιίας ἕνεκεν οὐκ ἀκολασίας ἐποίησε τὴν σπορᾶν.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
