# Ἠθικὴ στοιχείωσις 596.5

Hierocles, Ἠθικὴ στοιχείωσις, 596.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/596.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/596.5

ια’. Φρόνιμος ἄνθρω οὕτως ἄν μάλιστα γένοιτο, αἱ a φύσιος πᾶζον εὐστόχῳ τε καὶ μναμονικὰς καὶ φιλο- πῶνοι τυγὼν ἐν λογισμοῖς τε καὶ μαθημάτεσσι καὶ ταῖς ποτ’ ἀκριβείαν θεωρίας εὐθὺς ἐκ νέου ὁ γυμνάσαιο τὰν διάνοιαν φιλοσοφίας ἀπτόμενος ὁρθῶς, μετὰ δὲ ταύτας ὧσὼν τε καὶ νόμων καὶ βίων ἀνθρωπίων ἐμπειρίαν λαβὼν. Δύο γὰρ ἐντὶ ἐξ ὧν τῷ φρονίμῳ διάθεσις παραγίνεται, ὧν τὸ μὲν ἐντὶ ἐξὶν μαθηματικὰν τε καὶ γνωστικὰν λαβέν, τὸ δὲ θεωρήματα καὶ πράγματα πολλὰ ἐπελθόντα, τὰ μὲν καὶ αὐτὸν ἰσόντα τὰ δὲ καὶ δι’ ἑτέρου τινὸς τρόπου κατανοήσαντα. Οὔτε γὰρ ὁ ἐν λογισμοῖς καὶ μαθημάτεσσι καὶ ταῖς ποτ’ ἀκριβείαν θεωρίας εὐθὺς ἐκ νέου γυμνάσας τὰν διάνοιαν ἰκανὸς ἐντὶ ποτὶ φρόνησιν, οὐδ’ ὁ τούτων μὲν ἀπολειφθείς, ἐν ἀκροαμάτεσσι δὲ πολλοῖς καὶ πράγματεσιν ἀναστρεφθείς. Ἄλλ’ ὁ μὲν ἐν τῷ καθ’ ἕκαστα κρίνειν τυφλὸς ἐγένετο τὰν διάνοιαν, ὁ δὲ ἐν τῷ καθόλου θεωρῆν ἀεὶ. Καθάπερ γὰρ ἐπὶ τῶν λογισμῶν δύναται ὁ λόγος τὰ μέρεα συντιθεὶς τὸ ὅλον ἐξ αὐτῶν λογίζεσθαι, οὕτω καὶ ἐπὶ τῶν πραγμάτων δύναται ὁ μὲν λόγος τὰν καθόλου θεωρίαν ὑπογράφειν, ἡ δ’ ἐμπειρία καθ’ ἕκαστα κρίνειν. (Stob. Flor. III, 76. Correxì a γένοιτο, αὐ φύσιος; libri γένοιτο, φύσιος. b ἐκ νέου cum Hirschi- gio; codd. ἐκ νέων.)

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
