# Ἠθικὴ στοιχείωσις 602.2

Hierocles, Ἠθικὴ στοιχείωσις, 602.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hierocles-phil/text/602.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hierocles-phil/text/602.2

Ἐκ τοῦ περὶ μαθημάτων. κ’. Δεὶ γὰρ ἡ μαθόντα παρ’ ἄλλω ἡ αὐτὸν ἐξευρόντα, ὡν ἐπιστάμων ἦσθα, ἐπιστάμονα γενέσθαι. Τὸ μὲν ὡν μαθὲν παρ’ ἄλλω καὶ ἀλλότριον, τὸ δ’ ἐξευρὲν αὐτὸν δι’ αὐτῷ καὶ ἴδιον. Ἐξευρὲν δὲ μὴ ζατοῦντα ἀπορον καὶ σπάνιον, ζατοῦντα δὲ εὐπορον καὶ ῥάδιον, μὴ ἐπιστάμενον δὲ ζατὲν ἀδύνατον. Στάσιν μὲν ἐπαυσεν, ὁμοῖοιν δὲ αὐξήσεν λογισμὸς εὐρεθεῖς· πλεονεξία τε γὰρ οὐχ ἔντι τούτω γενομένω καὶ ἰσότης ἐντί. Τούτω γὰρ περὶ τῶν συναλλαγμάτων διαλλασσόμεθα· διὰ τούτων ὡν οἱ πέντητες λαμβάνοντι παρὰ τῶν δυναμένων, οἱ τε πλούσιοι διδόντι τοῖς δεομένοις, πιστεύοντες ἀμφοτέροι διὰ τούτω τὸ ἴσον ἐξεῖν. Κανὼν δὲ καὶ κωλυτὴρ τῶν ἀδικοῦντων τῶς μὲν ἐπισταμένως ὀργίζεσθαι πρὶν ἀδικὲν ἐπαυσεν, πείσας ὅτι οὐ δυνασούνται λαθὲν ἔταν ἐπ’ αὐτὸ ἐλθοντι, τῶς δὲ μὴ ἐπισταμένως ἐν αὐτῷ δηλώσας ἀδικοῦντας ἐκώλυσεν ἀδικήσαι.

---

Hierocles Phil., Ἠθικὴ στοιχείωσις. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001745.
