# Fragmenta 10

Hieronymus Cardianus, Fragmenta, Dfhg-Source dfhg2_HIERONYMUS_CARDIANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hieronymus-cardianus/fragmenta/10

Θαῦμα δὲ ποιοῦμαι τῶν καλουμένων Αἰακιδῶν αὐτοῖς κατὰ τὰ αὐτὰἐκ τοῦ θεοῦ συμβῆναι τὴν τελευτήν· εἴγε Ἀχιλλέα μὲν Ὅμηρος ὑπὸ Ἀλεξάνδρου φησὶ τοῦ Πριάμου καὶ Ἀπόλλωνος ἀπολέσθαι· Πύρρον δὲ τὸν Ἀχιλλέως ἡ Πυθία προσέτεξεν ἀποκτεῖναι Δελφοῖς· τῷ δὲ Αἰακίδου συνέβη τὰ ἐς τὴν τελευτὴν, οἷα Ἀρυεῖοί τε λέγουσι καὶ Λευκέας ἐποίησε. Διάφορα δὲ ὅμως ἐστὶ καὶ ταῦτα, ὡς Ἱερώνυμος ὁ Καρδιανὸς ἔγραψε· ἀνδρὶ γὰρ βασιλεῖ συνόντα ἀνάγκη πᾶσα ἐς χάριν συγγράφειν. Εἰ δὲ καὶ Φίλιστος αἰτίαν δικαίαν εἴληφεν, ἐπελπίζων τὴν ἐν Συρακούσαις κάθοδον, ἀποκρύψασθαι τῶν Διονυσίου τὰ ἀνοσιώτατα, ἦ που πολλή γε ἱερωνύμῳ συγγνώμη τὰ ἐς ἡδονὴν Ἀντιγόνου γράφειν.

---

HIERONYMUS CARDIANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1953.tlg003.local002/.
