# Fragmentum 124.60

Hipparchus, Fragmentum, 124.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hipparchus-2/fragmentum/124.60
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hipparchus-2/fragmentum/124.60

ἐν τῷ βίῳ οἱονεὶ τινα παρεπιδημίαν ποιησύνται ἐπ’ εὐθυμίᾳ καταδιώσαντες. Ταύταν δὲ ἔχοντι μάλιστα πάντων ἀκριβῶς ἐπιστάμενοι καὶ ἐπεγνωκότες ἑαυτούς, ὅτι ἐντὶ θνητοὶ καὶ σάρκινοι, εὐαδίκητοι καὶ φθαρτοὶ κεκταμένοι σῶμα καὶ πάντων χαλεπωτάτων αὐτοῖς ἐπινοημένων μέχρις ἑσχάτας ἀναπνοάς, καὶ πρᾶτόν γ' ἐπένθωμεν ἐπὶ τὰ συμβαίνοντα· περὶ τὸ σῶμα· πλευρίτιδες, περιπλευμονίαι, φρενίτιδες, ποδάγραι, στραγγουρίαι, δυσεντερίαι, ληθαργίαι, ἐπιληψίαι, σπληδόνες, ἄλλα μυρία. περὶ δὲ τὰν ψυχὰν πολλῷ μείζονα καὶ χαλεπώτερα. πάντα γὰρ τὰ κατὰ τὸν βίον ἀθέσμοι, κακά, παράνομα καὶ ἀσεβήματα ἐκ τῶν κατὰ τὰν ψυχὰν παθημάτων ἐντὶ. διὰ γὰρ τὰς παρὰ φύσιν ἀμέτρου ἐπιθυμίας πολλοὶ ἐς ἀκατασχέτους ὀργὰς ἐξώκειλαν, καὶ οὔτε τὰς ἐκ τῶν θυγατέρων οὔτε τὰς ἐκ τῶν ματέρων ἀνωσιωτάτας ἀδονὰς ἀπέσχοντο, ἀλλὰ καὶ ἐπὶ πατροκτονίαν παρεγένοντο, καὶ πολλοὶ τὰ ἴδια τέκνα κατέσφαξαν. Τί λέγω τὰ ἀπὸ τῶν ἐκτὸς ἐπηρτημένων κακῶ, τὰς ἐπομβρίας καὶ αὐχμῶς, ὑπερβολὰς καυμάτων, ὑπερβολὰς ψύξιος, ὥστε πολλάκις ἐκ τὰς κατὰ τὸν ἀέρα ἀνομάλιας λοιμῶν τε καὶ λιμῶν γίνεσθαι, καὶ ποικιλίαν παντοδαπῶν συμπτωμάτων καὶ θλας πολὺς ἐξῃρμόσθαι; Πολλῶν δὲ τοιούτων ἐπιχειρησάμενων, μήτε ταῖς κατὰ τὸ σῶμα εὐμερίαις ποτέγοντες σεμνυνόμενοι ἐπαιρούμεθα, αἰτίνες ὀλίγω πυρετῷ ἐπιγενομένω ἀνδίων τρόπω συντόμως μαραινονται, μήτε ταῖς ἐκτὸς νομιζομέναις εὐτυχίαις, αἱ καὶ αὐταὶ πολλάκις τάχιον ἀπόλλυσθαι ἢ γίνεσθαι πεφύκασι. πάντα γὰρ ταῦτα ἀστατὰ τε καὶ ἀθέσμοι Εὐρίπου τρόπον ἐν πολλαῖς καὶ ποικίλαις μεταβολαῖς γινόμενα παρελήφαμεν, καὶ οὐδὲν αὐτῶν μένον, οὐδὲ ἀκίνητον οὐδὲ βέβαιον οὐδὲ ἀδιάφορον. Διὸ ταῦτα μὲν ἐνθυμηθέντες, μέγα δὲ κέρδος ἔχειν νομίζοντες, εἰ τὰ παρεόντα καὶ δεδομένα καὶ τὸν ἐλάχιστον χρόνον διαμεῖναι δύναιτο, ἐν εὐθυμίᾳ διαζῶμεν γενοῦντες φέροντες τὰ προσπίπτοντα. νῦν δὲ πολλοὶ πάντα τὰ ὑπὸ φύσιος καὶ τύχης παρεόντα καὶ δεδομένα αὐτοῖς ἐπὶ τὸ βέλτιον προαναπλάσαντες, καὶ οὐχ ὅλὰ ἐστὶ λογισάμενοι, ἀλλ' ὅσα ἐπ' ἀχρον ἐπιτυγχάνοντα δύναται γενέσθαι, ἀφνω στερόμενοι, πολλοῖς καὶ μεγάλοις καὶ ἀθέσμοις καὶ ἀνηκέστοις κακοῖς καταφορτίζονται τὰν ψυχὰν· καὶ οὕτω συμβαίνει αὐτοῖς πιπρότατον ἔχειν τὸν βίον καὶ χαλεπώτατον. Ταῦτα δὲ γίνεται ἐπὶ τὰ ἀποβολὰς χρημάτων ἢ φίλων θανόντων ἢ τέκνων ἢ τινων ἄλλων τῶν νομιζομένων τιμιωτάτων ἡμῖν. εἴτα κλαίουντες καὶ ὀδυρόμενοι λέγουσι· αὐτὸς μόνος ἀτυχεστάτος καὶ κακοδαίμων, οὐ μεμναμένω ὅτι κακὰ ταῦτα καὶ ἄλλοις πολλοῖς ἐγένετο καὶ νῦν γίνεται, οὐδὲ δυνάμενοι κατανοῆσαι τὸν τε τῶν παρεόντων βίον καὶ τὸν τῶν προεξεστακότων ἐν δαίσι συμφοραῖς καὶ κακῶν τρικυμίαις καὶ νῦν ἐντὶ πολλοὶ καὶ πρὸ τοῦ ἐγένοντο. Ἐπιλογισάμενοι δὲ ὅτι πολλοὶ ἀποβαλόντες χρήματα ὑστερον διὰ τὰν τῶν χρημάτων γενομέναν ἀπώλειαν αὐτοὶ περιεσώθησαν, ἢ λησταῖς διὰ τοῦτο μέλλοντες περιπεσεῖν ἢ τυράννω· πολλοὶ δὲ φιλήσαντες τινὰς καὶ χαθ' ὑπερβολὰν εὐνοήσαντες ἐν τῷ μετέπειτα χρόνῳ μεγάλως ἐμίσησαν· ἄ δὲ πάντα ἀναλογισάμενοι ἐκ τὰς παραδεδομένας ἡμῖν ἱστορίας, καὶ μαθόντες ὅτι καὶ ὑπὸ τέκνων καὶ φίλων μάλιστα φιληθέντων πολλοὶ ἀπόλυντο, καὶ ἀντιπαραβάλλοντες τὸν

---

Hipparchus, Fragmentum. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001754.
