# In Arati et Eudoxi phaenomena commentariorum libri iii 1-10-4

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, 1 to 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hipparchus/in-arati-et-eudoxi-phaenomena-commentariorum-libri-iii/1-10

Περὶ δὲ τῶν ἀστέρων, οἳ κεῖνται ἐφʼ ἑκατέρου τε τῶν τροπικῶν καὶ ἐπὶ τοῦ ἰσημερινοῦ, γράφει ὁ Ἄρατος τοῦτον τὸν τρόπον· τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο. ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται, ἐν δὲ τὰ γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο. αἱ μὲν οὖν κεφαλαὶ τῶν Διδύμων οὐ κεῖνται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ. ὁ μὲν γὰρ θερινὸς τροπικὸς τοῦ ἰσημερινοῦ βορειότερός ἐστι μοίραις ὡς ἔγγιστα κδ΄, τῶν δὲ Διδύμων ἡ μὲν ἑπομένη κεφαλὴ βορειοτέρα ἐστὶ τοῦ ἰσημερινοῦ μοίραις λ΄, ἡ δὲ ἡγουμένη μοίραις λγʹ Ϟʹʹ· ὥστε τὴν μὲν πέμπτῳ μέρει ἑνὸς ζῳδίου βορειοτέραν εἶναι τοῦ θερινοῦ τροπικοῦ, τὴν δὲ τρίτῳ ἔγγιστα μέρει. ὅ γε μὴν Ἡνίοχος οὐδὲ ἔχει ἐπὶ τῶν γονάτων ἀστέρας. εἰ δὲ τῶν μικρῶν τινας ἀμαυροὺς τίθησιν, ἀγνοεῖ· ἔγγιστα γὰρ ἐπὶ τοῦ τροπικοῦ οἱ πόδες αὐτοῦ κεῖνται· ὁ μὲν γὰρ ἐπὶ τοῦ ἀριστεροῦ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις κζʹ, ὁ δὲ ἐπὶ τοῦ δεξιοῦ μοίραις κγʹ Ϟʹʹ. οὐδὲ μὴν τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τοὺς ὑφʼ ἡμῶν λεγομένους ἀστέρας ἐπὶ τῶν ποδῶν ἐκεῖνος ἐπὶ τῶν γονάτων τίθησιν· ὃν γὰρ ἡμεῖς φαμεν εἶναι ἐπὶ τοῦ δεξιοῦ ποδός, κἀκεῖνος λέγει ἐν τούτοις· λαιοῦ δὲ κεράατος ἄκρον καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει.

---

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, ed. Karl Manitius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1431.tlg003.local001/.
