# In Arati et Eudoxi phaenomena commentariorum libri iii 1-6-5

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, 1 to 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hipparchus/in-arati-et-eudoxi-phaenomena-commentariorum-libri-iii/1-6

Πάλιν δὲ παρὰ τῴ Εὐδόξῳ ἀναστρέφεται διημαρτη- μένως περὶ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ἐν μὲν τῷ ἑνὶ συντάγματι, ὃ ἐπιγράφεται „Φαινόμενα“, τὸν τρόπον τοῦτον· „ὑπὲρ δὲ τὸν Περσέα καὶ τὴν Κασσιέ- „πειαν οὐ πολὺ διέχουσά ἐστιν ἡ κεφαλὴ τῆς Μεγάλης „Ἄρκτου· οἱ δὲ μεταξὺ τούτων ἀστέρες εἰσὶν ἀμαυροί ἐν δὲ τῷ ἐπιγραφομένῳ „Ἐνόπτρῳ“ οὕτως· „ὄπισθεν „δὲ τοῦ Περσέως καὶ παρὰ τὰ ἰσχία τῆς Κασσιεπείας „οὐ πολὺ διαλείπουσα ἡ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου „κεῖται· οἱ δὲ μεταξὺ ἀστέρες εἰσὶν ἀμαυροί οὔτε γὰρ κατὰ τὴν Κασσιέπειαν καὶ τὸν Περσέα κεῖται ἡ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου, οὔτε μικρὸν αὐτῶν ἀπέχει· ἡ μὲν γὰρ Κασσιέπειά ἐστι κατὰ τὸ τῶν Ιχθύων δωδεκατημόριον, ὁ δὲ Περσεὺς κατὰ τὸν Κριόν, ἡ δὲ κατὰ τὸν Εὔδοξον κεφαλὴ τῆς Μεγάλης Ἄρκτου κατὰ τὴν βʹ μοῖραν τοῦ Λέοντος. ἔγγιον οὖν ἦν εἰπεῖν τὸν Περσέα καὶ τὴν Κασσιέπειαν κεῖσθαι κατὰ ἄκραν τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου· ταύτης γὰρ ὁ ἔσχατος καὶ λαμπρότατος ἀστὴρ κεῖται κατὰ τὴν ιηʹ μοῖραν τῶν Ἰχθύων, ὡς δὲ Εὔδοξος διαιρεῖ τὸν ζῳδιακὸν κύκλον, κατὰ τὴν γʹ μοῖραν τοῦ Κριοῦ. Ἐπὶ δὲ τοῦ Κριοῦ ὁ Ἄρατος ἀγνοεῖν μοι δοκεῖ, λέγων αὐτὸν ἀφανῆ γίνεσθαι ἐν τῇ πανσελήνῳ διὰ τὴν μικρότητα τῶν ἀστέρων· δεῖν δὲ σημειοῦσθαι τὴν θέσιν αὐτοῦ ἔκ τε τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας ἀστέρων καὶ ἐκ τοῦ παρακειμένου αὐτῷ ἀπʼ ἄρκτου

---

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, ed. Karl Manitius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1431.tlg003.local001/.
