# In Arati et Eudoxi phaenomena commentariorum libri iii 11-9-16

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, 11 to 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hipparchus/in-arati-et-eudoxi-phaenomena-commentariorum-libri-iii/11-9

Τῆς δὲ ἀρχῆς τῶν Ἰχθύων ἀνατελλούσης ὁ μὲν Ἄρατός φησι δεδυκέναι τά τε λοιπὰ τοῦ Ὕδρου καὶ τὸν Κένταυρον, ἀνατεταλκέναι δὲ τὸν Νότιον Ἰχθὺν οὐχ ὅλον, ἀλλὰ παρὰ μικρόν, καὶ τῆς Ἀνδρομέδας τὰ δεξιὰ μέρη κατὰ μῆκος. ὁ δὲ Εὔδοξος ἐν μὲν τῷ ἑνὶ συντάγματι, ᾧ δὴ καὶ ὁ Ἄρατος κατακολουθεῖ, καὶ τοῦ Περσέως τὴν δεξιὰν χεῖρά φησιν ἀνατέλλειν, ἐν δὲ τῷ Ἐνόπτρῳ, ὅλον αὐτὸν ἀνατεταλκέναι πλὴν μικροῦ τινος· τοῦ δὲ Ὕδρου τὸ μέχρι πρὸς τὸν Κόρακα δύνειν. Δοκεῖ δέ μοι ὁ Εὔδοξος περὶ τοῦ Περσέως κατὰ τοῦτο μόνον διαφωνεῖν πρὸς τὸ φαινόμενον, καθʼ ὅσον φησὶν αὐτοῦ μόνον τὴν δεξιὰν χεῖρα συνανατέλλειν τῷ Ὑδροχόῳ· τὸ γὰρ ἥμισυ σχεδὸν αὐτοῦ μέρος τῷ Ὑδροχόῳ συνανατέλλει. ὁ γοῦν ἐν μέσῳ τῷ σώματι λαμπρὸς ἱκανῶς ἀστὴρ 〈τῇ〉 ζ΄ καὶ κ΄ μοίρᾳ τοῦ Ὑδροχόου συναναφέρεται. ὁ δὲ Ἄρατος ἀγνοεῖ, τὸν Ὕδρον ὅλον τῷ Ὑδροχόῳ ὑπολαμβάνων ἀντικαταδύνειν. ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ ὑπὲρ τὴν κεφαλὴν τοῦ Κενταύ- ρου κείμενος δύνει ἀνατελλούσης τῆς ια΄ μοίρας τῶν Ἰχθύων. βέλτιον οὖν ὁ Εὔδοξος ἀποφαίνεται, λέγων τοῦ Ὕδρου τὴν οὐρὰν ἔτι ὑπολείπεσθαι. περὶ δὲ τοῦ Κενταύρου ἀμφότεροι ἀγνοοῦσιν. οὐ γὰρ ὅλος ἀντι- καταδέδυκε τῶν Ἰχθύων ἀρχομένων ἀναφέρεσθαι, ἀλλʼ ἔτι αὐτοῦ τὰ ἐμπρόσθια ὑπὲρ τὸν ὁρίζοντά ἐστιν· ἡ γὰρ κεφαλὴ καὶ ὁ δεξιὸς ὦμος αὐτοῦ τοῖς Ἰχθύσιν ἀντικαταδύνει. διαφωνοῦσι δὲ ἀμφότεροι πρὸς τὸ φαινόμενον καὶ περὶ τοῦ Νοτίου Ἰχθύος, ὅλον αὐτὸν ἔγγιστα τῷ Ὑδροχόῳ ὑπολαμβάνοντες συνανατέλλειν. τοὐναντίον γὰρ τὸ πλεῖστον αὐτοῦ μέρος τοῖς Ἰχθύσι συναναφέρεται· ὁ μὲν γὰρ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ τῇ γ΄ μοίρᾳ τῶν Ἰχθύων συνανατέλλει, ὁ δὲ ἐν τῷ ῥύγχει λαμπρὸς 〈μέσῃ〉 τῇ α΄ καὶ κ΄ μοίρᾳ τῶν Ἰχθύων.

---

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, ed. Karl Manitius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1431.tlg003.local001/.
