# In Arati et Eudoxi phaenomena commentariorum libri iii 17-8-21

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, 17 to 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hipparchus/in-arati-et-eudoxi-phaenomena-commentariorum-libri-iii/17-8

περὶ δὲ τῆς Ἀνδρομέδας ὁλοσχερῶς ἠγνοήκασιν ἀμφό- τεροι· οὐ γὰρ τῷ Ὑδροχόῳ καὶ τοῖς Ἰχθύσι συνανα- τέλλει, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Αἰγόκερῳ καὶ τῷ Ὑδροχόῳ· πρώτη μὲν γὰρ ἡ δεξιὰ χεὶρ αὐτῆς συνανα- τέλλει μέσῳ μάλιστα τῷ Αἰγόκερῳ, ἐσχάτη δὲ ἡ ἀριστερὰ συναναφέρεται 〈μέσῃ〉 τῇ δ΄ καὶ κ΄ μοίρᾳ τοῦ Ὑδροχόου. Περὶ δὲ τῆς τοῦ Κριοῦ ἀνατολῆς ὁ Ἄρατος λέγων τὰ μὲν δεξιά φησι τῆς Ἀνδρομέδας οἱ Ἰχθύες αὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νειόθεν ἕλκει Κριὸς ἀνελκόμενος. τοῦ καὶ περιτελλομένοιο ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλλῃ Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους· αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλοιτο ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρῳ. γράφεται μὲν οὕτως ὁ ἔσχατος στίχος· εἰκὸς μέντοι γε ἠγνοῆσθαι τὸ „λήγοντι“. ἐξ ἀρχῆς γὰρ πάντων τῶν ζῳδίων τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτίθεται, καὶ οὐχὶ μεσοῦντα ἢ λήγοντα· ἐπὶ γὰρ τῶν ἄλλων ἄστρων τινὰ μὲν μέρη μεσούντων τῶν ζῳδίων, τινὰ δʼ ἀρχο- μένων ἢ ληγόντων δύνει ἢ ἀνατέλλει. ὅθεν καὶ ὁ Ἄτταλος κατά γε τοῦτο ὀρθῶς συνεώρακε τὸ ἀγνόημα· καὶ δεῖ τοι ἢ ὡς ἐκεῖνός φησι γράφεσθαι· „ἢ Κριῷ ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρῳ,“ ἢ νὴ Δία, οὕτως· „ἢ Κριῷ λήγουσα φαείνεται,“ ὥστε τὸ „λήγουσα“ ἐπὶ τὴν ζώνην ἀναφέρεσθαι. λέληθε μέντοι γε αὐ- τὸν τὸ βούλημα τοῦ ποιητοῦ καὶ ἐν τούτοις· λέγει γὰρ οὕτως· „ἡμεῖς μέντοι καὶ ἐπὶ τούτῳ τῷ τε „ποιητῇ συμφώνως καὶ τοῖς φαινομένοις ἀκολούθως „οἰόμεθα δεῖν γράφεσθαι τὸ ποίημα τὸν τρόπον „τοῦτον· „αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλονται „ἢ Κριῷ ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρῳ, „σὺν τῷ πασσυδίῃ ἀνελίσσεται.

---

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, ed. Karl Manitius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1431.tlg003.local001/.
