# In Arati et Eudoxi phaenomena commentariorum libri iii 18-4

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VIII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hipparchus/in-arati-et-eudoxi-phaenomena-commentariorum-libri-iii/18-4

Εἰπὼν δὲ ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου, διότι, ἐπὰν συμφανὲς γένηται ἀπʼ ἄρκτου ,,νεφέλῃ πεπιεσ- μένον“, τότε δεῖ νότον προσδέχεσθαι, ἐπιφέρει ἑξῆς περὶ τοῦ Κενταύρου τὸν τρόπον τοῦτον· εἰ δέ τοι ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη ὦμος, ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα φαίνοι νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ εἰς νότον, ἀλλ εὔροιο περισκοπέειν ἀνέμοιο. δήεις δʼ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις· τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται Σκορπίου, ἱππούραια δʼ ὑπὸ σφίσι Χηλαὶ ἄγουσιν.

---

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, ed. Karl Manitius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1431.tlg003.local001/.
