# Testimonia 2.46.1

Hippasus, Testimonia, 2.46.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippasus-phil/testimonia/2.46.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippasus-phil/testimonia/2.46.1

4. IAML. V. P. 88 und de c. math. sc. 25 περὶ δ' Ἱππάσου λέγουσιν, ὡς ἦν μὲν τῶν Πυθαγορείων, διὰ δὲ τὸ ἐξενεγκεῖν καὶ γράψασθαι πρῶτος σφαῖραν τὴν ἐκ τῶν δώδεκα πενταγώνων ἀπόλοιτο κατὰ θάλατταν ὡς ἀσεβήσας, δόξαν δὲ λάβοι ὡς εὐρῶν, εἶναι δὲ πάντα ἑκείνου τοῦ ἀνδρός'. προσαγορεύουσι γὰρ οὕτω τὸν Πυθαγόραν καὶ οὐ καλοῦσιν ὀνόματι. ἐπέδωκε δὲ τὰ μαθήματα, ἐπεὶ ἐξηνέχθησαν, (κατὰ πᾶσαν τὴν Ἑλλάδα, καὶ πρῶτοι τῶν τότε μαθηματικῶν ἐνομίζθησαν) δισοῖ προάγοντε μάλιστα Θεόδωρός τε ὁ Κυρηναῖος [c. 31] καὶ Ἱπποκράτης ὁ Χῖος [c. 30]. λέγουσι δὲ οἱ Πυθαγόρειοι ἐξενεχθαι γεωμετρίαν οὕτως· ἀποβαλεῖν τινὰ τὴν οὐσίαν τῶν Πυθαγορείων, ὡς δὲ τοῦτ' ἠτύχησε, δοθῆναι αὐτῷ χρηματίσασθαι ἀπὸ γεωμετρίας. V. P. 246 τὸν γοῦν πρῶτον ἐκφηνάιντα τὴν τῆς συμμετρίας καὶ ἀσυμμετρίας φύσιν τοῖς ἀναξίοις μετέχειν τῶν λόγων οὕτως φασὶν ἀποστυγηθῆναι, ὡς μὴ μόνον ἐκ τῆς κοινῆς συνοῦσίας καὶ διαίτης ἐξορισθῆναι, ἀλλὰ καὶ τάφον αὐτοῦ κατασκευασθῆναι ὡς δήτα ἀποιομένου ἐκ τοῦ μετ' ἀνθρώπων βίου τοῦ ποτε ἐταίρου γενομένου. 247 οἱ δὲ φασὶ καὶ τὸ δαιμόνιον νεμεσῆσαι τοῖς ἐξώφρομα τὰ Πυθαγόρου ποιησαμένοις. φθαρῆναι γὰρ ὡς ἀσεβήσαντα ἐν θαλάσσῃ τὸν δηλώσαντα τὴν τοῦ εἰκοσαγώνου σύστασιν, τοῦτο δ' ἦν δωδεκάεδρον, ἐν τῶν πέντε λεγομένων στερεῶν σχημάτων, εἰς σφαῖραν ἐκτείνεσθαι. ἐνιοὶ δὲ τὸν περὶ τῆς ἀλογίας καὶ τῆς ἀσυμμετρίας ἐξεῖπόντα τοῦτο παθεῖν ἔλεξαν. CLEM. Strom. v 58 p. 680 P. φασὶ γοῦν Ἱππαρχον 'sic. τὸν Πυθαγόρειον αἰτίαν ἔχοντα γράψασθαι τὰ τοῦ Πυθαγόρου σαφῶς ἐξελαθῆναι τῆς διατριβῆς καὶ στήλην ἐπ' αὐτῷ γενέσθαι οἷα νεκρῶι. Vgl. den gefälschten Brief des Lysis an Hipparchos [= Hipposos vgl. Diog. VIII 42, S. 29,5] bei Iaml. V. Pyth. 75 Nauck. S. c. 34,5.

---

Hippasus Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001756.
