# Testimonia 562.2

Hippias, Testimonia, 562.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippias-soph/testimonia/562.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippias-soph/testimonia/562.2

2. PHILOSTRAT. V. Soph. I 11 Ὑ. ὁ δὲ ὁ σοφιστὴς ὁ Ἥλειος τὸ μὲν μνημονικὸν οὕτω τι καὶ γηράσκων ἔφρωντο, ὡς καὶ πεντήκοντα ὀνομάτων ἀκούσας ἅπαξ ἀπομνημονεύειν αὐτὰ καθ’ ἣν ἤκουσε τάξιν, ἐσήγετο δὲ ἐς τὰς διαλέξεις γεωμετρίαν, ἀστρονομίαν, μουσικήν, ὕμνους· διελέγετο δὲ καὶ περὶ ζωγραφίας καὶ περὶ ἀγαλματοποιίας· ταῦτα ἐτέωθη· ἐν Λακεδαίμονι δὲ γένν τε διήνει πόλεων(?) καὶ ἀποικίας καὶ ἔργα, ἐπειδή οἱ Λακεδαιμόνιοι διὰ τὸ βούλεσθαι ἄρχειν τῇ ἰδίᾳ ταύτῃ ἔχαιρον. ἔστιν δὲ αὐτῷ καὶ Τρωικὸς διάλογος, οὗ λόγος· ὁ Νέστωρ ἐν Τροίᾳ ἀλούσῃ ὑποτίθεται Νεοπτολέμῳ τῷ Ἀχιλλέως, ἃ χρὴ ἐπιτηδεύοντα ἄνδρα ἀγαθὸν φαίνεσθαι. πλεῖστα δὲ Ἑλλήνων πρεσβεύσας ὑπὲρ τῆς Ἡλίδος οὐδαμοῦ κατέλυσε τὴν ἑαυτοῦ δόξαν δημηγορῶν τε καὶ διαλεγόμενος, ἀλλὰ καὶ χρήματα πλεῖστα ἐξέλεξε καὶ φυλαῖς ἐνεγράφη πόλεων μικρῶν τε καὶ μεγόνων. παρήλθε καὶ εἰς τὴν Ἰνυχὸν ὑπὲρ χρημάτων, τὸ δὲ πολὺχρον τοῦτο Σικελικοῦ εἶσιν, οὕς ὁ Πλάτων () τῷ Γοργίᾳ [493 A] ἐπιοικώπτε. εὐδοκιμῶν δὲ καὶ τὸν ἄλλον χρόνον ἐθελγε τὴν Ἑλλάδα ἐν Ὀλυμπίᾳ λόγοις ποικίλοις καὶ πεφροντισμένοις ἐξ. ἡμῆνευε δὲ οὐκ ἐλλιπῶς ἀλλὰ περιττῶς καὶ κατὰ φύσιν, ἐς ὀλίγα καταφεύγων τῶν ἐκ ποιητικῆς ὀνόματα. Mit Ausnahme von § 5 Schl., § 8 und vielleicht des Titels § 4 ist alles aus Plato [A 6ff.] geflossen.

---

Hippias Soph., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001760.
