# Testimonia 563.7

Hippias, Testimonia, 563.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippias-soph/testimonia/563.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippias-soph/testimonia/563.7

11. — Hipp. mai. p. 285 B ἐκεῖνα ἂ σὺ κάλλιστα ἐπίστασαι, τὰ περὶ τὰ ἄστρα τε καὶ τὰ οὐράνια πάθη... ἀλλὰ περὶ γεωμετρίας τι χαίρουσιν ἀκούοντες... περὶ γε λογισμῶν... ἐκεῖνα ἂ σὺ ἀκριβέστατα ἐπίστασαι ἀνθρώπων διαιρεῖν, περὶ τε γραμμάτων δυνάμεως καὶ συλλαβῶν καὶ ὀνομάτων καὶ ἁρμονιῶν... τί μήν ἐστιν ἂ ἥδεως σου ἀκροῶνται [die Spar- taner] καὶ ἐπαινοῦσιν; αὐτὸς μοι εἰπέ, ἐπειδὴ ἐγὼ οὐχ εὑρίσκω. — Περὶ τῶν γενῶν, ὦ Σώκρατες, τῶν τε ἡρώων καὶ τῶν ἀνθρώπων καὶ τῶν κατοικήσεων, ὡς τὸ ἀρχαῖον ἐκτίσθησαν αἱ πόλεις, καὶ συλλήβδην πάσης τῆς ἀρχαιολογίας ἥδιστα ἀκροῶνται, ὡς' ἔγωγε δι' αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ ἐκμελετηκέναι πάντα τὰ τοιαῦτα. — Ναὶ μὰ Δί', ὦ Ἰππία, ἡτύχηκας γε, ὅτι Λακεδαιμόνιοι οὐ χαίρουσιν, ἂν τις αὐτοῖς ἀπὸ Σόλωνος τοὺς ἄρχοντας τοὺς ἡμετέρους καταλέγῃ· εἰ δὲ μή, πράγματ' ἂν εἴχες ἐκμανθάνων. — Πόθεν, ὦ Σώκρατες; ἅπαξ ἀκούσας πεντήκοντα ὀνόματα ἀπομνημονεύσω. — Ἀληθῆ λέγεις, ἀλλ' ἐγὼ οὐκ ἐνενόησα, ὅτι τὸ μνημονικὸν ἔχεις· ὡςτ' ἐννοῶ ὅτι εἰκότως σοι χαίρουσιν οἱ Λακεδαιμόνιοι ἂτε πολλά εἰδότε, καὶ χρῶνται ὡσπερ ταῖς πρεσβυτίαις οἱ παῖδες πρὸς τὸ ἥδεως μυθολογήσαι.

---

Hippias Soph., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001760.
