# Testimonia 564.1

Hippias, Testimonia, 564.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippias-soph/testimonia/564.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippias-soph/testimonia/564.1

καὶ ζηλωτὴν σαυτοῦ διεξιόντος ἐν ἀγορᾷ ἐπὶ ταῖς τραπέζαις. ἐφησθα δὲ ἀφιέσθαι ποτὲ εἰς Ὀλυμπιαν ἂ εἴχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων· πρότων μὲν δακτύλιον (ἐντεῦθεν γὰρ ἤρχον) ὃν εἶχες σαυτοῦ ἔχειν ἔχων ὡς ἐπιστάμενος δακτυλούς γλύφειν καὶ ἄλλας σφραγῖδας σὸν ἔχον, 5 καὶ σιλεγύϊδα καὶ λίχνθον ἂ αὐτὸς εἰργάσω· ἔπειτα ὑποδήματα ἂ εἶχες ἐφησθα αὐτὸς σκυτοτομήσαι καὶ τὸ ἱμάτιον ὑφῆναι καὶ τὸν χιτῶνἰσχον· καὶ ὁ γε πᾶσιν ἔδοξεν ἀτοπώτατον καὶ σοφίας πλείστης ἐπίδειγμα [ἐπειδὴ], τὴν ζῶνην ἐφησθα τοῦ χιτῶνισχον, ἣν εἶχες, εἶναι μὲν οἷαι αἱ Περιοχαὶ τῶν πολυτελῶν, ταύτην δὲ αὐτὸς πλέξαι· πρὸς δὲ τούτοις ποιήματα ἔχων ἐλθεῖν καὶ ἔπη 10 καὶ τραγωδίας καὶ διθυράμβους καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους· καὶ περὶ τῶν τεχνῶν δή, ὧν ἄρτι ἐγὼ ἔλεγον, ἐπιστήμων ἀφιέσθαι διαφερόντως τῶν ἄλλων καὶ περὶ ὁνθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος, καὶ ἄλλα ἐπὶ πρὸς τούτοις πᾶν πολλά, ὡς ἐγὼ δοκῶ μνημονεύειν· καίτοι τὸ γε μνημονικὸν 15 ἐπελαθόμην σου, ὡς ἔοιχε, τέχνημα, ἐν ᾧ σὺ οἶει λαμπρότατος εἶναι.

---

Hippias Soph., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001760.
