# Hippiatrica Berolinensia 19.14-336.4

Hippiatrica, Hippiatrica Berolinensia, 19.14 to 336.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippiatrica/hippiatrica-berolinensia/19.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippiatrica/hippiatrica-berolinensia/19.14

ἢ καὶ | ὁ βασιλεὺ τῶν Περσῶν περισπουδάστος ὁ Νησαῖος. 13 τοῦτον γε μὴν οὕτω προειρημένου δοκεῖ μοι τῷ περὶ τῆς θεραπείας οὐκ ἀπάδειν λόγῳ περὶ τῶν ἐτῶν εἰπεῖν, εἰς ὅσα τὴν ἵππον φασὶν ἡλικίαν διαφελεῖν. Ἀριστοφάνης οὖν ὁ Βυζάντιος τὰ περὶ φύσεως ζῴων ἐπιτεμόμενος ἐκ τῶν Ἀριστοτέλους τοῦ φιλοσόφου φη· ἕν ἕτη ζῆν δύνασθαι ἵππον πεντήκοντα καὶ πρὸς. καὶ ἐν τοῖς Κυντιλίων δὲ Γεωργικοῖς εὑρομέν τινὶ τῶν ἱππέων ἵππον ὑπηρετηκότα τὸν αὐτὸν παρ' ὅλον τὸν τῆς στρατείας χρόνον ἐτῶν ἐφεξῆς πέντε καὶ εἴκοσι. Ταραντῖνος δὲ ἱστορεῖ τὸν τοῦ Διὸς νεῶν κατασκευάζοντα Ἀθηναίους Ἐννεαχρόνιον πλησίον εἰσelaθῆναι ψηφίσασθαι τὰ ἐκ τῆς Ἀττικῆς εἰς τὸ ἄστυ ζεύγη σύμπαντα. φόβῳ δὲ τοῦ ἵππων . . . . . ἐνιοὶ δὲ πεντεκαεἴκοσι καὶ τριάκοντα· ἐὰν δὲ τις ἐπιμελῶς θεραπεύῃ, ἐκτείνει καὶ πρὸς τὰ πεντήκοντα 23 Aristot κοντα, οἷον Ἀθήνησιν ὅτε τὸν νεῶν (i. e. Παρθενῶνα) ὠκοδόμουν κτλ. κράμβην ἡμερον κόψαντα, καὶ γάλα ἐπιχέαντα ἐν εὐώδει οἴνῳ διηθεῖν, εἶτα ἐγχυματίζειν διὰ στόματος. ἡ σῦκα ἐφήσαντα καὶ μῆξαντα κράμβης τῷ ἀφενηήματι ὁμοίως ἐγχυματίζειν. ἡ καρκίνους θαλασσίους τρίψαντα μιγνύναι τῷ χυλῷ τῆς κράμβης, καὶ ἐγχυματίζειν δις τῆς ἡμέρας, ἕως ἂν ἐκτιλήσῃ. 281r κεφάλαιον ἱαʹ περὶ μυοφόρον. Ἱεροκλέους. Ἐὰν μυοφόρον τὸ καλούμενον ἵππος βουκηθῇ, εἶτα τὴν κεφαλὴν παρεῖς ὀφθῇ καὶ τὸ σῶμα ὅλον ὁμοίως, σχάσον φλέβα ἐν τοῖς κροτάφοις, καὶ ἐγχυμάτισον σελίνου ἀγρίου ἢ καὶ ἡμέρου ἐν οἴνῳ τὸ σπέρμα, ἢ πήγανον κόψας καὶ οἶνον ἐπιχέας παλαιὸν ἐγχυμάτιζε. 282r κεφάλαιον ἱβʹ περὶ κωνείου. Ἱεροκλέους. Ἐὰν κωνείου γευσάμενος καρηβαραῖ, ὡς ἐμπίπτειν εἰς τοὺς τοίχους, σχάσας τὰς τραχηλιαίας φλέβας, ἐγχυμάτισον οἶνον παλαιοῦ ἠμικτυλίοις τρισί. τοῦτο ποιήσας ἅπαξ καὶ δις θεραπεύσεις.

---

Hippiatrica, Hippiatrica Berolinensia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001762.
