# Hippiatrica Berolinensia 191.1

Hippiatrica, Hippiatrica Berolinensia, 191.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippiatrica/hippiatrica-berolinensia/191.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippiatrica/hippiatrica-berolinensia/191.1

r κεφάλαιον λδ' περὶ τετανικοῦ καὶ ὀπισθότονικοῦ. Ἀψύρτου. 1 "Ἀψυρτος Νομηνίῳ Ἡφαιστίωνος υἱῷ Καλλιπολίτῃ χαίρειν. ἱπποτροφοῦντά σε ἐθέλω εἰδέναι, ὅσοι λέγουσιν ἐν τοῖς ἀρρωσθήμασι τῶν ἵππων τετανικοὺς εἶναι καὶ ὀπισθότονικούς, οὗτοι τεθέληκασιν πλείοσιν ὀνόμασι περιβάλλειν τὸ συμβαῖνον καὶ περιέργους. ἔστι δὲ ὀπισθότονος, ὃ παρέπεται τραχήλον ἀποτεταμένον ἔχειν κεφαλὴν ὡσαύτως, ὥτα ὀρθὰ κάμπτεσθαι μὴ δυνάμενα, ὀφθαλμοὺς ὑποδεδυκότας, αἱ τε ἐπικανθίδες αἱ ἐκ τῶν παρὰ τοὺς μυκτήρας τόπων ἐπισπώμεναι εἰς τοῦπίσω γυμνοῦνται, καὶ τὰ χελώνια πεπῆδηται, καὶ τὸ στόμα χαίνειν οὐ δύναται, καὶ ἡ γλῶσσα ἕζεται, καὶ οὔτε τρώγει οὔτε πίνει | ὁμοίως. ἔστι δὲ 142v τὸ οὐραῖον ἀνεσταλμένον, καὶ ἡ ῥάχις σκληρά, ἐπιστρέφεσθαι τε οὐ δύναται, καὶ περιπατῶν τοῖς ὀπίσθίοις σκέλεσιν ὑπερβαίνειν ἀδυνατεῖ, ἀλλὰ ἀποτεταμένας ἐπισύρει τὰς ὀπλάς, καὶ οὐδὲ τοὺς ἐμπροσθίους κάμπτει, πάντοθεν τε συντέταται εἰς τοῦπίσω, καὶ οὐχ ἐκτινάσσει ἑαυτὸν ἢ μόγις, καὶ ἐπὶ τὸ πρόσ-αντες χωρίον περιπατεῖν οὐ δύναται, ἀλλ' ὀπίσω πίπτει. συμβαίνει δὲ καὶ τοῦτο αὐτῷ, τῶν ἐν τῷ νῶτῳ νεύρων ἀποτεταμένων, συμπάσχειν τὴν κύστιν, καὶ μετὰ βίας τὰ οὖρα ἐκχρίνειν. ἀναπεσὼν δὲ ἐγείρεσθαι πάλιν τοῖς ὀπίσθίοις ἀδυνατεῖ, ἀλλ' ἀνακαθίζει ὡς κύων τοῖς ἐμπροσθίοις, ὅθεν καὶ λέγεται ὀπισθότονος.

---

Hippiatrica, Hippiatrica Berolinensia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001762.
