# Hippiatrica Berolinensia 293.1

Hippiatrica, Hippiatrica Berolinensia, 293.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippiatrica/hippiatrica-berolinensia/293.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippiatrica/hippiatrica-berolinensia/293.1

κεφάλαιον οα' περὶ τρώσεως ἐν κοίλοις τόποις. 241Γ Ἀψύρτου. 1 Ἀψύρτος Πουπλίῳ Κοκκῇφ Ἰούστῳ ἑκατοντάρχῃ φν' χαίρειν. ἔγραψάς μοι ἐπερωτῶν, πῶς δεῖ θεραπεύειν τοὺς τετρωμένους ἐν τοῖς κοίλοις. θεραπευτέον δὲ οὕτως· δεῖ γαστρορραφεῖν τὸ περιτόνιον, ὥσπερ τρόπον οἱ ἰατροὶ ἐν ἀνθρώπῳ, ἅμματι ἑρεῷ κεκλωσμένῳ μὴ λεπτῷ, καὶ ἐκλαμβάνειν τὰς ἀρχὰς ἕξω, καὶ τότε ἀγκτηριάζειν τὴν πιμελὴν καὶ τὴν βύρσαν σφηκώματι κανναβίνῳ κεκηρωμένῳ, καὶ θεραπεύειν τῷ τραυματικῷ. φλεγμονῆς δὲ γενομένης, καταχρίειν τῇ κιμωλίᾳ μετὰ ὄξους. ἕβδομαίου δὲ γενομένου, λύειν τὴν γαστρορραφίαν καὶ ἐξαιρεῖν τὸ ἅμμα. ἐὰν δὲ ἕντερον προπέσῃ, σπόγγῳ βεβρεγμένῳ ὕδατι θερμῷ καὶ ἐκπεπιεσμένῳ 241Γ ἀνωθεῖσθαι· αἱ γὰρ τῶν χειρῶν προσαγωγαὶ φλεγμονὰς ποιοῦσιν. ἐὰν δὲ ἢ τετρωμένον τὸ ἕντερον ἢ τετυμπανωμένον, ἀπογινώσκειν δεῖ. 2 ὁ δὲ ἐπίπλους ἐὰν ἢ προπεππωκώς, ψαλίζειν αὐτὸν δεῖ καὶ μὴ ἀνωθεῖσθαι. ἐὰν δὲ ἢ τετρωμένος, καὶ πρόπτωσις μὴ γένηται, προβάλλῃ δὲ τὸν ἐμπρόσθιον πόδα, καὶ ἢ κατωπὸς ἢ σκυθρωπὸς ἢ, καὶ διατιλῆσῃ διὰ τῆς ἕδρας, γινώσκειν δεῖ, ὅτι τῶν ἐντὸς τι τέτρωται, καὶ ζῆν οὐ δύναται. ἐὰν δὲ τι τῶν βαθυσάρκων τρωθῇ, μοτοῦν δεῖ ὕξει αὐτὰ καὶ ἐλαίῳ, καὶ ἀγκτήρας ἐπιτιθέναι, ἐν οἷς ἀποδεθήσεται τὰ μότα, ἕστωσαν δὲ ἕρια. καὶ τοῦτο ποιεῖν μέχρι ἡμερῶν τριῶν. καὶ τότε λύειν τοὺς πόρπακας, καὶ ἐξαντλεῖν ὕδατι θερμῷ, καὶ τῷ ὀροβίνῳ καταπλάσσειν. ὅσα δὲ ἐν τοῖς γόνασιν ὑποκάτω συμβαίνει τραύματα, δυσapoύλωτά εἰσι διὰ τὸ εἶναι λιπόσαρκα καὶ λιπόδερμα. τῷ δὲ τετρωμένῳ ἐν τοῖς ὀπισθίοις ὑποκάτω

---

Hippiatrica, Hippiatrica Berolinensia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001762.
