# Hippiatrica Berolinensia 338.1

Hippiatrica, Hippiatrica Berolinensia, 338.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippiatrica/hippiatrica-berolinensia/338.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippiatrica/hippiatrica-berolinensia/338.1

δευτέρους ἀποβάλλει ἀρχομένου τοῦ τετάρτου ἔτους ἐν ἑξαμήνῳ, ὕστερον δὲ ἄνωθεν ἕνα καὶ κάτωθεν ἕνα ἐξ ἀμφοτέρων τῶν μερῶν. φύειν δὲ δοκεῖ καὶ τοὺς κυνόδοντας τότε. ἑτέροις δὲ μηνὶ δυοκαίδεκα τὸν καταρτισμὸν φύει. τελειώσας δὲ πέντε ἔτη καὶ τοῦ ἕκτου ἐπιλαβόμενος καὶ πληρώσας τὸν ἐνιαυτόν, ἔχει ἴσα τὰ ἀνισώματα, καὶ οὐκ ἔστι ῥᾴδιον ἐπιγιγνώσκεσθαι τῶν ἐτῶν τὸν λοιπὸν χρόνον. λέγεται δέ, ὅταν τοὺς ὀδόντας ἔχων φανῇ προπεπτωκότας, ἔχῃ δὲ καὶ τὰς ὀφρύς πολιὰς καὶ τὰ ὑποκάτω τῶν ὀφρῶν κοιλότερα καὶ τοὺς ὀφθαλμούς, παρατετηρηθῆναι πᾶσιν, ὅτι ἐστὶν ἐν τῷ ἐκκαιδεκάτῳ ἔτει ὁ ἵππος. ἀκμάζει δὲ ἀπὸ τοῦ καταρτισμοῦ εἰς ἄλλα ἔτη ὀκτὼ ὁ μαλακόπους, ὁ δὲ στερεόπους δέκα. ἵσθι δ’ ὅτι, ἂν πλεῖον κινήσῃς αὐτὸν ὑπὲρ τοῦτον τὸν χρόνον, κάμνει καὶ οὐκ ὑπομένει. ἀνίεται γὰρ τῶν ἐμπροσθίων ποδῶν τὰ κύνοπλα, τὰ μεσοκύνια λεγόμενα, ἐκ τῶν σφυρῶν, καὶ οὐ δύναται περιπατεῖν οὔδ’ ἐστάναι, ῥίπτει τε ἑαυτόν. ζῇ δὲ ὁ στερεόπους ἀπὸ τῆς γενέσεως εἰς τὸν καταγηρασμὸν ἔτη κη’ ἢ κθ’, τριάκοντα δὲ οὐ πληροῖ ῥαδίως· ὁ δὲ μαλακόπους κδ’.

---

Hippiatrica, Hippiatrica Berolinensia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001762.
