# Hippiatrica Berolinensia 453.5-108.23

Hippiatrica, Hippiatrica Berolinensia, 453.5 to 108.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippiatrica/hippiatrica-berolinensia/453.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippiatrica/hippiatrica-berolinensia/453.5

209 Μέλαινα ἔμπλαστρος πρὸς πάντα. λιθαργύρου δραμᾶς δʹ, κηροῦ δραμᾶς ζʹ, ἐλαίου | κυάθους ιʹ, ὄξους δραμὴν αʹ, τὸν κηρὸν καὶ τὸ ἔλαιον καὶ τὸ ὄξος βαλὼν ἅμα τήξον. τὴν δὲ λιθάρυρον τρίψας, τότε στήσον καὶ ἐπίπλασον. πρόσβαλλε δὲ ἄλὸς δραμὴν αʹ, μάννης δραμᾶς δʹ, ἰοῦ δραμὴν αʹ, ψιμυθίου δραμᾶς εʹ, ἄλὸς ἁμμωνιακοῦ δραμᾶς θʹ, λεπίδος δραμᾶς βʹ, <χαλβάνης δραμὴν αʹ>. σημεῖα τάδε σύνδεσμος γίνεται τῶν κροτάφων, καὶ ἡ γλῶσσα ἐκπίπτει ἔξω καὶ οἶδεῖ, ἡ κεφαλὴ ὠσαύτως καὶ οἱ ὀφθαλμοὶ οἴδουσι, καὶ συμφράσσεται ὁ βρόγχος καὶ ἡ ἄρτηρία, καὶ οὔτε τρώγειν δύναται οὔτε πίνειν. 2 Θεραπεύεται δὲ συγχριόμενος τὴν κεφαλὴν ἢ τοὺς κροτάφους καὶ τὴν γλῶσσαν ταύρου χολῇ, καὶ προσκαταντιούμενος θερμῷ ὕδατι, καὶ ἐγχυματιζόμενος διὰ μυκτήρων οἴνῳ καὶ ἐλαίῳ. ἔστω δὲ τὸ ἔλαιον παλαιόν, εἰ δὲ οὐκ ἔστι, τῷ ὄντι χρῶ. λέγεται δὲ καὶ σῦκα ἔφειν, καὶ τῷ νίτρῳ μετὰ τοῦ ἀφεψήματος ἐγχυματίζειν ὠσαύτως. ἀμοῦζει δὲ καὶ τὸ διὰ βδελλίου ἀνέντας συγχρίειν αὐτόν. ἐνδόσεως δὲ γενομένης, καὶ ἐπαζητοῦντος φαγεῖν, διδόναι χόρτον χλωρόν, κάλλιον δὲ βόσκειν αὐτόν. εἰ δὲ οὐκ ἔστι, τὸν ξηρὸν κατακραίνειν νίτρῳ καὶ τὰς κριθὰς ὠσαύτως παραβάλλειν. ἀσύμφορος δὲ ἡ τοῦ αἵματος ἀφαίρεσις ἐκ τῶν ἄλλων τόπων, ἐκ δὲ τῆς ὑπερώας μόνης ἀμοῦζει. ὡς ἂν δὲ καλῶς ἔχοι, καθαίρειν αὐτὸν διὰ τοῦ σικῶν καὶ τοῦ νίτρου. Ἱεροκλέους εἰς τὸ αὐτό. 3 Ἔστιν ἡ κυνάγχη τῶν σφαλερῶν νοσημάτων καὶ κινδυνω- δεστάτων, ἧς σημεῖα τάδε· ἡ κεφαλὴ οἶδεῖ, καὶ οἱ ὀφθαλμοὶ καὶ τὰ χεῖλη, καὶ ἡ γλῶσσα προπίπτει ἔξω διοιδοῦσα, καὶ ἡ φάρυξ συμφράσσεται καὶ ἡ ἄρτηρία, ὡς μήτε φαγεῖν μήτε πιεῖν δύνασθαι. 4 Θεραπεύεσθω δὲ τὴν κεφαλὴν κατὰ τοὺς κροτάφους καὶ τὴν γλῶτταν συγχριόμενος ταύρου χολῇ, καὶ προσκαταντιού- μενος ὕδατι θερμῷ, ἐγχυματιζόμενός τε διὰ μυκτήρων οἴνῳ

---

Hippiatrica, Hippiatrica Berolinensia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001762.
