Ancient Greek
4.39 to 4.54
Hippocrates, Aphorismi 4.39-54
Not analysed yet
39. καὶ ὅκου ἔνι τοῦ σώματος θερμὸν ἢ ψυχρὸν, ἐνταῦθα ἡ νοῦσος. 40. καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ ἢν τὸ σῶμα καταψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει. 41. ἱδρὼς πουλὺς ἐξ ὕπνου ἄνευ τινὸς αἰτίης φανερῆς γινόμενος, τὸ σῶμα σημαίνει ὅτι πλείονι τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίγνηται, σημαίνει ὅτι κενώσιος δέεται. 42. ἱδρὼς πουλὺς ψυχρὸς ἢ θερμὸς αἰεὶ ῥέων, ὁ μὲν ψυχρὸς, μέζω, ὁ δὲ θερμὸς, ἐλάσσω, νοῦσον σημαίνει. 43. οἱ πυρετοὶ ὁκόσοι, μὴ διαλείποντες, διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι· ὅτῳ δʼ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι. 44. Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται. 45. Ὁκόσοισι φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίγνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται. 46. ἢν ῥῖγος ἐπιπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον. 47. αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσιν, αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χολώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ τὰς διαχωρήσιας, καὶ κατὰ τὰ οὖρα· ἢν δε μή τι τῶν ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. 48. ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται, καὶ δίψαν ἔχῃ, θανάσιμον. 49. ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ὀφρὺς, ἢ ὀφθαλμὸς, ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος τοῦ κάμνοντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος. 50. ὅκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον. 51. ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας, μῆκος νούσου σημαίνει. 52. ὁκόσοι ἐν τοῖσι πυρετοῖσιν, ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον· ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον. 53. Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυρότεροι γίνονται οἱ πυρετοί. 54. Ὁκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσιν.