# De affectionibus interioribus 2

Hippocrates, De affectionibus interioribus, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/2

2. Ἢν δὲ ἀρτηρίη σπασθῇ ἤ τις τῶν φλεβῶν τῶν τεινουσῶν ἐς τὸν πλεύμονα, τάδε πάσχει· κατ’ ἀρχὰς μὲν τῆς νούσου βὴξ ἴσχει ὀξείη, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ τὸ σίαλον ἀποπτύει πουλύ τε καὶ λευκὸν καὶ ἀφρῶδες, ἄλλοτε δὲ ὕφαιμον, καὶ ὀδύνη τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἴσχει. Αὕτη ἡ νοῦσος ἰσχυροτέρη τῆς πρόσθεν, καὶ μέχρι μὲν δέκα ἡμερέων τῶν πρώτων τοιαῦτα πάσχει· ἔπειτα οἱ πολλοὶ τῇ ἑνδεκάτῃ πῦα ἀποπτύουσι παχέα· βιαίως· ἡμέρῃ δὲ τετάρτῃ καὶ δεκάτῃ καθαρώτερα ἀποπτύει, ἢν φύξιμος ᾖ, καὶ τῇ ὀδύνῃ ἧσσον πονέει, καὶ ἐν τάχει ὑγιὴς γίνεται. Ἢν δὲ μέλλῃ πουλυχρόνιος ἡ νοῦσος ἔσεσθαι, τά τε πῦα πολλῷ πλείονα ἀποπτύει, καὶ ὁ ἄλλος πόνος ἐν τῷ σώματι πολλῷ ἔνι πλείων· αἱ δὲ θέρμαι βληχρότεραι ἔχουσιν ἢ τὸ πρίν. Τοῦτον ἢν λάβῃς κατ’ ἀρχὰς, ὑποκαθῆραι κάτω ὀπῷ σκαμμωνίης, ἢν ἀπύρετος ᾖ· μετὰ δὲ τὴν κάθαρσιν προσφερέσθω ταὐτὰ ἃ καὶ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω, ἡσυχίην ἔχων ὡς μάλιστα τῷ σώματι, καὶ μαλθακῶς κοιμάσθω· ταῦτα μὲν κατ’ ἀρχὰς ποιεέτω μέχρι τῶν δέκα ἡμερέων. Ἢν δὲ ἔμπυος γένηται, τὰ αὐτὰ ἃ καὶ ὁ πρόσθεν ποιεέτω· ἢν δὲ ὑγιὴς γένηται, τῶνδε χρὴ ἀπέχεσθαι, σιτίων μὲν καὶ ποτῶν ὀξέων καὶ δριμέων καὶ ἁλικῶν καὶ λιπαρῶν· ταλαιπωρίης δὲ, ἀπέχεσθαι τῶν αὐτῶν ὧν καὶ ὁ πρόσθεν. Ταῦτα ἢν ποιέῃ, τάχιστα τῆς νούσου ἀπαλλαγήσεται· ἢν δέ τι τουτέων μὴ ποιήσῃ, κινδυνεύσει πάλιν ὑποτροπιάσαι, καὶ ἡ νοῦσος κάκιον ἔχει· καὶ γὰρ οἱ πολλοὶ πλευμοῤῥωγέες ἐόντες διατελέουσιν, ἕως ἂν ἀποθάνωσιν. Τοῦτον ἢν μὴ παραχρῆμά τις ἰήσηται, ὑποτροπιασάσης τῆς νούσου, οὐκ ἂν μετὰ ταῦτα ἔχοις ὠφελῆσαι, ἢν μὴ τάδε ποιήσῃς· γάλακτι βοείῳ παχύνας, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· ἢν γὰρ τύχῃς καύσας, ἡ αὐτὴ ἂν ὠφελείη γένοιτο. Ἡ δὲ νοῦσος ἀπὸ τῶν αὐτέων ἁμαρτάδων γίνεται ὧν καὶ ἡ πρόσθεν.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
