# De affectionibus interioribus 29

Hippocrates, De affectionibus interioribus, Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/29

29. Ἡπατῖτις ἄλλη· τὰ μὲν ἄλλα πλῆθος τὰ αὐτὰ πάσχει τοῖσι πρόσθεν· ἡ δὲ χροιὴ μέλαινα· τοῦ δὲ ἥπατος ἡ χολὴ φλέγματος καὶ αἵματος πλησθεῖσα, ὡς λογιζόμεθα, διαῤῥήγνυται, καὶ ὁκόταν διαῤῥηχθῇ, τάχιστα μαίνεται, καὶ ἀγανακτεῖ, καὶ διαλέγεται ἀσύνετα, καὶ ὑλακτέει ὡς κύων, καὶ οἱ ὄνυχες φοινίκεοί εἰσι, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐ δύναται ὁρῇν, καὶ τρίχες αἱ ἐν τῇ κεφαλῇ ὀρθαὶ ἵστανται, καὶ πυρετὸς ὀξὺς ἐπιλαμβάνει. Τούτῳ χρὴ προσφέρειν τὰ αὐτὰ ἃ καὶ τοῖσι πρόσθεν· οἱ δὲ πολλοὶ ἀποθνήσκουσιν ἐν τῇσιν ἕνδεκα ἡμέρῃσι· παῦροι δὲ διαφυγγάνουσιν.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
