# De affectionibus interioribus 32

Hippocrates, De affectionibus interioribus, Chapter 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/32

32. Ἄλλη νόσος σπληνός· γίνεται μὲν τοῦ ἔτεος ἔαρος ὥρῃ μάλιστα, ἀπὸ δὲ αἵματος· ὁκόταν γὰρ ἐμπλησθῇ ὁ σπλὴν αἵματος, ἐκρήγνυται ἐς τὴν κοιλίην, καὶ ὀδύναι ὀξεῖαι ἐς τὸν σπλῆνα ἐμπίπτουσι καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν ὦμον καὶ ὑπὸ τὴν ὠμοπλάτην. Ἡ δὲ χροιὴ τοῦ γυίου μολιβδοειδὴς, καὶ ἀμυχὰς ἐν τῇσι κνήμῃσι λαμβάνει, καὶ ἕλκεα μεγάλα γίνεται ἐξ αὐτέων, καὶ τὰ κάτω ὑποχωρέοντα ἅμα τῇ κόπρῳ αἱματώδεα καὶ ἰώδεα ὑπέρχεται, ἡ δὲ γαστὴρ σκληρὴ, καὶ ὁ σπλὴν καθὰ λίθος ἐστίν. Οὗτος τῶν πρόσθεν θανατωδέστερος, καὶ ἐξ αὐτέου παῦροι διαφυγγάνουσι. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, τοῖσιν αὐτέοισι θεράπευε οἷσι καὶ τὸν ἔμπροσθεν, πλὴν ἄνω φάρμακον μὴ δῷς· κάτω δὲ τοῦ κόκκου τοῦ κνιδίου δοῦναι· τῇ δ’ ὑστεραίη ὀνείου ἢ ἱππείου γάλακτος ἑφθοῦ ὀκτὼ κοτύλας, μέλι παραχέων· εἰ δὲ μὴ, βοείῳ· ἢ αἰγείῳ ἑφθῷ δύο χοεῦσι, μέλι παραχέων παρὰ τὴν ἑτέρην κύλικα, ἐναλλὰξ δὲ πίνειν χρή· ἐς δὲ τὴν ἑσπέρην διδόναι μετὰ τὴν κάθαρσιν ταὐτὰ ἃ καὶ τῷ πρόσθεν μετὰ τὸ φάρμακον· καὶ ἢν δοκέῃ, τοῦ αἵματος ἀφελεῖν ἀπὸ τοῦ ἀγκῶνος τοῦ ἀριστεροῦ τῆς εἴσω φλεβός. Τὰς δὲ λοιπὰς τῶν ἡμερέων διδόναι νήστει ἑκάστης ἡμέρης βοείου γάλακτος τέσσαρας κοτύλας, τρίτον μέρος ἅλμης παραμίσγων· σιτίοισι δὲ καὶ ποτοῖσι καὶ τοῖσιν ἄλλοισι τοῖσιν αὐτοῖσι θεραπεύειν οἷσι καὶ τοὺς πρόσθεν· ἀπέχεσθαι δὲ λαγνείης καὶ οἰνοφλυγίης καὶ τοῦτον καὶ τοὺς πρόσθεν· καὶ ἤν σοι δοκέῃ, καὶ καῦσαι, ὁκόταν· παχύτατος καὶ μέγιστος ὁ σπλὴν γένηται· καὶ ἢν τύχῃς καύσας τοῦ καιροῦ, ὑγιέα ποιήσεις· ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς ἰήσιος ὑγιὴς γένηται, φθειρόμενος χρόνῳ θνήσκει· ἡ γὰρ νοῦσος λίην ἐστὶ χᾳλεπή.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
