# De affectionibus interioribus 35.1

Hippocrates, De affectionibus interioribus, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/35.1

35. Ἴκτεροι τέσσαρες· ὅδε μὲν τοῦ θέρεος μάλιστα ἐπιλαμβάνει χολῆς κινηθείσης· ἵσταται οὖν ἡ χολὴ ὑπὸ τῷ δέρματι καὶ ἐν τῇ κεφαλῇ, ὥστ’ εὐθὺς ἀλλοχροέει τὸ σῶμα καὶ γίνεται ὠχρὸν ὁκοῖόν περ σίδιον, καὶ οἱ ὀφθαλμοὶ ὠχροὶ, καὶ ἐν τῇ κεφαλῇ ὑπὸ τὰς τρίχας οἷον χνοῦς ὕπεστι, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ οὐρέει ὠχρὸν τὸ οὖρον, καὶ ὑφίσταται ὑπ’ αὐτῷ παχὺ ὕπωχρον, καὶ τὸ ἕωθεν, ἕως ἂν νῆστις ᾖ, πρὸς τὴν καρδίην καὶ τὰ σπλάγχνα μύζει, καὶ ὁκόταν τις αὐτὸν προσφθέγξηται ἢ ἐρωτήσῃ, ἀσῇ τε καὶ λυπέεται, καὶ οὐκ ἀνέχεται ἀκροώμενος· ὁ δὲ ἀπόπατος προῖὼν ὠχρόλευκος καὶ κάκοδμος. Οὗτος, ὁκόταν ὧδε ἔχῃ, θνήσκει μάλιστα ἐν τῇσι τεσσαρεσκαίδεκα ἡμέρῃσιν· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται. Μελετῇν δὲ αὐτὸν χρὴ ὧδε· ὁκόταν ὁ πυρετὸς ἀνῇ, λούειν πολλῷ καὶ θερμῷ, πίνειν τε διδόναι μελίκρητον· καὶ ῥοφήμασι διαχρεέσθω πτισάνης χυλῷ, μέλι παραχέων, καὶ μὴ συνεψεῖν τὸ μέλι, ἕως ἂν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν· αὗται γὰρ κρίνουσὶν ἢν θανάσιμον ἢ οὔ. Μετὰ δὲ ταῦτα λούειν δὶς τῆς ἡμέρης, καὶ εὐωχέειν τὸ πρῶτον ὀλίγοισιν ἅσσα ἂν μάλιστα προσίηται, ἔπειτα μέντοι πλείω διδόναι· πινέτω δὲ οἶνον λευκὸν ὡς πλεῖστον δι’ ἡμέρης· καὶ ἤν σοι δοκέῃ προϊόντος τοῦ χρόνου ὠχρὸς εἶναι καὶ ἀσθενὴς, ἔμεντον κελεύειν ποιέεσθαι ἀπὸ τῶν σιτίων, ὡς ἐν τῇσιν ἄνω νούσοισιν ἔχει. Καὶ ἢν μὲν ἀπὸ τουτέων παύσηται, ἅλις· ἢν δὲ μὴ, ἐλλέβορον πῖσαι· μετὰ δὲ τὴν κάθαρσιν ἐς ἑσπέρην φαγέτω μᾶζαν μαλθακὴν ἢ ἄρτου τὸ ἐντός· ὄψον δὲ ἐσθιέτω νεοσσὸν ἀλεκτορίδος δίεφθον ἐζωμευμένον κρομμύῳ καὶ κοριάνῳ καὶ τυρῷ καὶ ἁλὶ καὶ σησάμῳ καὶ σταφίδι λευκῇ· οἶνον δὲ πινέτω λευκὸν, ἀυστηρὸν, ὡς παλαιότατον· τὴν δὲ κάτω κοιλίην ὑποκαθῆραι· τῇ δὲ ὑστεραίῃ χυλῷ ἀπ’ ἐρεβίνθων λευκῶν, μέλι δὲ χρὴ τῷ χυλῷ παραχέαι, τούτῳ δὲ χρεέσθω, καὶ ἐκπιέτω δύο κοτύλας τοῦ χυλοῦ. Τῇ δὲ τρίτῃ ἀρξάμενος, ἑκάστης ἡμέρης πινέτω τὸ ὕδωρ, ἀπὸ τῶνδε ἑψήσας· μαράθρου ῥίζας λεπτὰς πλῆθος ὁκόσον τρισὶ δακτύλοισι περιλαβεῖν, τὴν δραγμίδα, ἑψεῖν ἐν δύο χοεῦσιν ὕδατος, ἑψεῖν δὲ ἕως ἂν λειφθῇ τὸ ἥμισυ· ἑψεῖν δὲ καὶ ἐρεβίνθων λευκῶν χοίνικα ἐν δυσὶ χοεῦσι, καὶ τούτου λειπέτω τὸ ἥμισυ· ταῦτα ὁκόταν λειφθῇ, διηθήσας, ἐξαιθριάσαι, καὶ ἀμφότερα μίξας, τούτῳ τῷ ὕδατι τὸν οἶνον κρήσας πινέτω, καὶ αὐτὸ τὸ ὕδωρ μοῦνον, ἢν βούληται, πινέτω ὡς πλεῖστον, καὶ ἄλλο ὕδωρ μὴ πινέτω. Ἢν δὲ τοῦτο τὸ ποτὸν μὴ προσίηται, τόδε σκευάσας οὕτω διδόναι· ἰσχάδων λευκῶν χοίνικα ἑψήσας ἐν δυσὶ χοεῦσι διηθῆσαι καὶ ἐξαιθριάσαι· ἔπειτα τὸ ὕδωρ τοῦτο πινέτω, ἤν τε ψιλὸν αὐτὸ βούληται, ἤν τε σὺν τῷ οἴνῳ κιρνάς· πινέτω δὲ μὴ ἀθρόον πουλὺ, ἀλλὰ κατὰ φορὰν ἡμικοτύλιον, ὅκως μὴ διάῤῥοια αὐτῷ ἐπιγένηται, καὶ διαλιπὼν χρόνον ὀλίγον πινέτω. Ἀγαθὰ δὲ καὶ τάδε διδόναι πίνειν νήστει ἑκάστης ἡμέρης· τρίβοντα λεῖα καὶ διέντα κοτύλην οἴνου παλαιοῦ λευκοῦ, σελίνου καρπὸν, σικύου σπέρμα, μαράθρου καρπὸν, Αἰθιοπικὸν κύμινον, ἀδίαντον, κόριον τὴν ποίην, ἀσταφίδας λευκάς· ταῦτα πίνων κἀκεἵνα ὠφεληθήσεται καὶ τάχιστα ὑγιὴς γενήσεται.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
