# De affectionibus interioribus 37

Hippocrates, De affectionibus interioribus, Chapter 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/37

37. Ἄλλος ἴκτερος· ἐπιδήμιος οὗτος καλέεται, διότι πᾶσαν ὥρην ἐπιλαμβάνει· γίνεται δὲ ἀπὸ πλησμονῆς μάλιστα καὶ μέθης, καὶ ἐπειδὰν ῥιγώσῃ. Εὐθέως οὖν τὸ σῶμα ἀλλοιοτροπέει καὶ γίνεται ὠχρὸν, καὶ οἱ ὀφθαλμοὶ σφόδρα ὠχροὶ, καὶ ὑπὸ τὰς τρίχας καὶ ὑπὸ τοὺς ὄνυχας ἡ νοῦσος ὑπέρχεται, καὶ ῥῖγος καὶ πυρετὸς βληχρὸς ἔχει, καὶ ἀσθενέει τὸ σῶμα, καὶ ἐν τῇ κεφαλῇ ὀδύνη ἔχει, καὶ οὐρέει ὠχρὸν καὶ παχύ. Οὗτος ὁ ἴκτερος ἧσσον θανατώδης τῶν πρόσθεν, καὶ θεραπεύεται μελετώμενος ἐν τάχει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, σχάσαι αὐτοῦ τοὺς ἀγκῶνας καὶ ἀφαιρέειν τοῦ αἵματος, ἔπειτα πυριήσας πῖσαι ἐλατήριον· κάτω δὲ αὖθις ὑποκαθῆραι τῇ τρίτῃ ὀνείῳ γάλακτι. Τὰ δὲ ἄλλα ῥοφήματά τε καὶ πόματα καὶ ἐδέσματα τὰ αὐτὰ διδόναι ἃ καὶ τῷ πρόσθεν, καὶ καθαίρειν αὐτοῦ τὴν κεφαλὴν θαμινὰ, καὶ ἀπὸ χαραδρίου πίνειν, καὶ λούειν αὐτὸν πολλῷ καὶ θερμῷ, καὶ ξύων τὴν σάρκα ἐν οἴνῳ λευκῷ διδόναι πίνειν, καὶ ἐς τὰ ἄλλα πάντα τοῖσιν αὐτοῖσι χρεέσθω, καὶ ἐν τάχει ὑγιὴς ἔσται.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
