# De affectionibus interioribus 40

Hippocrates, De affectionibus interioribus, Chapter 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/40

40. Ἄλλος τῦφος· ἐπιλαμβάνει μὲν τὸ νούσημα πάσην ὤρην· γίνεται δὲ δι’ ὑγρασίην τοῦ σώματος, ὁκόταν τὰ σιτία ὑγρὰ ἐόντα καὶ τὸ ποτὸν πουλὺ αἱ σάρκες ἀναπίωσι καὶ πλαδαραὶ γίνωνται· ἀπὸ τούτων τὸ νούσημα γίνεται μάλιστα. Ἄρχεται οὖν ὁ πυρετὸς τριταῖος ἢ τεταρταῖος κατ’ ἀρχὰς γινόμενος, καὶ πόνος ἰσχυρὸς ἐν τῇ κεφαλῇ ἐνίσταται, ἐνίοτε. δὲ καὶ ἐν τῷ σώματι διαλείπων· καὶ ἐμέει σίαλον, καὶ ἐρεύγεται πυκινὰ, καὶ ἀλγέει τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ τὸ πρόσωπον ἀφύει, καὶ ἐς τοὺς πόδας οἴδημα κατέρχεται· ἐνίοτε δὲ καὶ ὅλον τὸ σῶμα ἀποιδέει, καὶ ἐς τὰ στήθεα καὶ ἐς τὸ μετάφρενον ἐνίοτε ἡ ὀδύνη τρέχει, καὶ ἡ γαστὴρ τετάρακται, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἐσορᾷ ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει πολλὸν καὶ ἀφρῶδες, καὶ ἐν τῇ φάρυγγι δοκέει ἐνέχεσθαι, καὶ κέρχνει αὐτόν· πολλάκις δὲ καὶ φλεγμαίνει ὁ φάρυγξ. Τοῦτον ὁκόταν οὕτως ὁ πόνος πιέζῃ, ἔστιν ὅτε καὶ ὀρθοπνοίη ἰσχυρὴ ἐμπίπτει, καὶ πολλάκις ἐξαπίνης ὑπὸ τοῦ πόνου τὴν ψυχὴν ἀφῆκεν ἐν ἑπτὰ ἡμέρῃσιν ἢ ἐν δεκατέσσαρσι· πολλοὶ δὲ διαφέρουσι καὶ ἕως τῶν εἰκοσιτεσσάρων ἡμερέων. Πολλάκις δὲ καὶ ἐξαπίνης ἡ νοῦσος ἀνῆκε, καὶ δοκέει ὑγιὴς εἶναι· ἀλλὰ φυλάσσεσθαι χρὴ, ἄχρις ἂν αἱ τέσσαρες καὶ εἴκοσιν ἡμέραι παρέλθωσιν· ἢν γὰρ ταύτας διαφύγῃ, οὐ μάλα θνήσκει. Τούτῳ, ὁκόταν ὧδε ἔχῃ, ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων χρὴ ῥόφημα διδόναι ἄλητον κάθεφθον, μέλι λεπτὸν παραχέων· πίνειν δὲ διδόναι μέλανα οἶνον κατ’ ὀλίγον, ὅκως ἂν βούληται κεκρημένον· σιτία δὲ μὴ προσφέρειν, πρὶν ἂν αἱ ἡμέραι παρέλθωσι· κουλύποδας δὲ ἐν οἴνῳ ἑφθοὺς διδόναι ἐσθίειν, καὶ τὸν ζωμὸν ῥοφάνειν, καὶ ῥαφανῖδας τρώγειν πολλάς· καὶ καρδάμου καρπὸν φώσας, ἀλέσαι καὶ σῆσαι λεπτά· ἔπειτα ἐπ’ οἶνον ἐπιβαλὼν μέλανα στρυφνὸν καὶ ἄλφιτα λεπτὰ ὀλίγα διδόναι πίνειν ἕωθεν· λουτροῦ δὲ ἀπεχέσθω, μέχρις ἂν αἱ ἡμέραι παρέλθωσιν· οἴνῳ δὲ καὶ ἐλαίῳ χλιήνας ἀλείφειν ἐς κοίτην καὶ ἐκμάσσειν· καὶ γλυκυσίδης καρποῦ δέκα κόκκους ἑψῶν ἐν οἴνῳ μέλανι, διδόναι πίνειν· καὶ γογγυλίδας διέφθους ποιέων ῥοφανέτω τοῦ χυλοῦ, ἀρτύσας τυρῷ ἀνάλτῳ καὶ μήκωνι καὶ ἁλὶ καὶ ἐλαίῳ καὶ σιλφίῳ καὶ ὄξει. Ἢν δὲ καὶ φάρμακον βούλῃ πῖσαι, τοῦ κνιδίου κόκκου πῖσαι, καὶ μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ καὶ λιπαροῦ δοῦναι δύο τρυβλία ἐκροφέειν· οἶνον δὲ πινέτω τὸν αὐτόν. Τούτων τῶν φαρμάκων καὶ ῥοφημάτων καὶ ποτῶν ὅ τι ἂν διδῷς ὀνήσεις, ἤν τε κατὰ ἓν, τε κατὰ πλείω προσφέρῃς, καὶ οὕτω τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ, καὶ παῦροι διαφυγγάνουσιν.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
