# De affectionibus interioribus 41

Hippocrates, De affectionibus interioribus, Chapter 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/41

41. Ἄλλος τῦφος· γίνεται μὲν καὶ οὗτος διὰ τόδε, ὁκόταν ἡ χολὴ σαπεῖσα μιγῇ τῷ αἵματι ἀνὰ τὰς φλέβας καὶ τὰ ἄρθρα, καὶ ὁκόταν στῇ, οἴδημα ἀνίσταται μάλιστα μὲν ἐν τοῖσιν ἄρθροισι καὶ καταστηρίζεται, ἐνίοτε δὲ καὶ ἐς τὸ ἄλλο πᾶν σῶμα, καὶ ὀδύνας παρέχει ὀξείας· καὶ οἱ πολλοὶ ἐκ ταύτης τῆς νούσου χωλοὶ γίνονται, ὁκόταν ἀποληφθεῖσα ἐν τοῖσιν ἄρθροισιν ἡ χολὴ πωρωθῇ· ἡ δὲ ὀδύνη διαλείπουσα ἐπιλαμβάνει καὶ διὰ τριῶν ἡμερέων καὶ διὰ τεσσάρων. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, μελετῇν οὕτως· ὁκόταν μὲν ἡ ὀδύνη ἕνῃ ἐν τῷ· σώματι, χλιάσματα χρὴ ποιέειν καὶ προστιθέναι, ἐλαίῳ ὁπαλείψας· ὁκόταν δὲ ἀνῇ, δοῦναι αὐτῷ ἐλλέβορον πυριήσας πρόσθεν ἅπαν τὸ σῶμα· τῇ δὲ ὑστεραίῃ ὀῤῥὸν αἰγὸς ἑψήσας, δοῦναι πιεῖν δύο χοέας, παρὰ τὸν ἕτερον χοέα μέλι παραχέας, παρὰ δὲ τὸν ἕτερον ἅλας παραβαλών· εἶτα κύλικα παρὰ κύλικα παραλλάσσων πινέτω ἕως ἂν ἐκπίῃ ἅπαν· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον ῥοφεέτω, καὶ τεύτλων τρυβλίον λιπαρῶν ἄλφιτα παραπάσας ἐκπιέτω, καὶ νεοσσοῦ ἀλεκτορίδος κρέας ἢ τρυγόνος ἢ ὄϊος ἢ ὑὸς πίονος τρωγέτω. Τὸν δὲ ἐλλέβορον δι’ ἕκτης ἡμέρης διδόναι, καὶ ἤν κου τῶν ἄρθρων ἀποιδίσκηται καὶ μὴ θέλῃ ἀφίστασθαι, σικύην προσβαλὼν ἀφαιρέειν τοῦ αἵματος, κατακεντῶν ἀκίδι τριγώνῳ ἐς τὰ γούνατα, ἢν ἐν τοῖσι γούνασιν ἐνῇ τὸ οἴδημα, τῶν δὲ ἄλλων ἄρθρων μηδὲν κεντριώσῃς. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων σιτίον προσφερέσθω ἄρτον μὲν ὡς ὀπτότατον, μᾶζαν δὲ ψαιστὴν ὡς μάλιστα· ὄψον δὲ ἐχέτω μάλιστα μὲν ὄρνιθα ὀπτὴν ἄναλτον· εἰ δὲ μὴ, καὶ ἑφθὴν, ἐζωμευμένην, πλὴν ἄνευ τυροῦ καὶ σησάμου καὶ ἁλός· ἰχθύσι δὲ χρεέσθω τοῖσι σαρκωδεστάτοισιν, ὀπτοῖσι δὲ τὸν αὐτὸν τρόπον τοῖσι κρέασιν, ἢ ἑψῶν δι’ ὀριγάνου παστὰ, ἐλαίῳ αὐτὰ ὑποχρίσας, οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ· εἰ δὲ μὴ, μέλανα· καὶ ἐν περιόδοισι ταλαιπωρεέτω δι’ ἡμέρης καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθριος, ὀῤῥὸν δὲ καὶ γάλα τὴν ὥρην πινέτω αἰεί· ἢν δέ σοι δοκέῃ, καὶ ὄνειον γάλα διδόναι ἀφεψήσας. Καὶ ἢν ὑγιὴς γένηται, ἐν φυλακῇ αὐτὸν εἶναι τοῦ ψύχεος καὶ τοῦ πνίγεος, καὶ τῶν σιτίων μὴ λίην ἐμπιπλάσθω· κίνδυνος γὰρ αὖθις ὑποτροπιάσαι τὴν νοῦσον. Αὅτη τοιγαροῦν ἡ νοῦσος οὕτω θεραπευομένη ἐν ἓξ μησὶν ὑγιὴς γίνεται· οὗτοι γὰρ κρίνουσιν, ἤν τε θανάσιμος, ἤν τε μὴ, ἢν καὶ παραχρῆμα θεραπεύηται· πλὴν ἡ νοῦσος χαλεπὴ, καὶ τοῖσι πλείστοισι συναποθνήσκει.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
