# De affectionibus interioribus 42

Hippocrates, De affectionibus interioribus, Chapter 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/42

42. Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα ἐν ὀπώρης καιρῷ, ὁκόταν τις πλησθῇ παντοίης ὀπώρης. Τοῖσι δὲ πολλοῖσι καὶ ἀπὸ τῶνδε ἐγένετο τὸ νόσημα· φαγόντες πλακοῦντος καὶ σησάμης καὶ τῶν ἄλλων μελιτωθέντων ἀπλήστως. Τὸ γὰρ μέλι τὸ ἑφθὸν καυματῶδές ἐστι καὶ προσπλάσσεται τῇ κοιλίῃ· ἔπειτα ὁκόταν καθεψηθῇ ἐν τῇ κοιλίῃ, ἀναζέεται, καὶ ἐξαπίνης ἡ γαστὴρ ἀείρεται καὶ πίμπραται, καὶ δοκέει διαῤῥήσσεσθαι· ἔπειτα δὲ ἐξαπίνης διάῤῥοια ἐπεγένετο, καὶ ὁκόταν ἅπαξ ἄρξηται χωρέειν, πολλὰς ἡμέρας καθαίρεται, καὶ πολλοὶ μετὰ ταύτην τὴν κάθαρσιν ὑγιέες ἐγένοντο. Ὁκόταν οὖν παύσηται αὐτόματος καθαιρόμενος, φακῶν χυμοῦ ἀναγκάσαι αὐτὸν ἐκπιεῖν τρία ἡμίχοα, ἅλας παραβάλλων· μετὰ δὲ τὴν κάθαρσιν τοῦ χυμοῦ ἐς ἑσπέρην, φακῆς τρυβλίον ῥοφεέτω ψυχρῆς ἀνάλτου, σίλφιον δὲ ἐπιξύσθω πουλὺ, καὶ τεύτλου τρυβλίον ἀνηδύντου λιπαροῦ, ἄλφιτα παραπάσσων φαγέτω· οἶνον δὲ πινέτω μέλανα αὐστηρὸν κατ’ ὀλίγον. Τὸ δὲ λοιπὸν τοῦ χρόνου τὰ αὐτὰ ποιεέτω, καὶ σῖτα προσφερέσθω ἄρτον ἔξοπτον, μᾶζάν τε ψαιστὴν ὡς μάλιστα· τὰς δὲ πρώτας τῶν ἡμερέων ἄλευρον φαγέτω-κάθεφθον, ἀποψύχων καὶ μέλι παραχέων· οἶνον δὲ πινέτω μἔλανα στρυφνὸν, ἕως ἂν καταστῇ ἡ νοῦσος, ταῦτα προσφερέσθω. Ὁ δὲ ὑπὸ τῆς ὀπώρης ληφθεὶς τῇ νούσῳ φῦσαν παρέχει καὶ στρόφον καὶ ὀδύνην, καὶ τὰ σιτία οὐκ ἐθέλει διαχωρέειν, καὶ ἡ γαστὴρ μεγάλη καὶ σκληρὴ αὐτοῦ ἐστι, καὶ ῥῖγος καὶ πυρετὸς ἔχει. Τούτῳ ἢν μὲν αὐτομάτη ταραχθῇ ἡ κοιλίη, ἐν εἴκοσιν ἡμέρῃσι τὸ ἐλάχιστον καθαίρεται, καὶ ὁκόταν παύσηται καθαιρόμενος, ὑγιὴς παραχρῆμα ἔσται· ἢν δὲ μὴ αὐτομάτη ταραχθῇ, καθαίρειν αὐτὸν τῷ τοῦ ἱππόφεω ὀπῷ ἢ τῷ κνιδίῳ κόκκῳ· ἐς ἑσπέρην δὲ ταῦτα διδόναι ἃ καὶ τῷ αὐτομάτῳ καθαιρομένῳ· τῇ δ’ ὑστεραίῃ, ἢν μὲν πορετὸς ἔχῃ, ἡσυχίην ἐχέτω, διδόναι δὲ αὐτῷ πίνειν τοῦ αὐτοῦ οἴνου ὡς ἐν ψυχροτάτῳ ὕδατι· ἢν δὲ μὴ ἔχῃ πυρετὸς, διαιτήσθω δίαιταν μὴ ὑγρὴν, ἀλλ’ ἰσχυροτέρην, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Ὑπὸ τουτέου τοῦ νοσήματος πολλοῖσιν ἤδη ὕδερος ἐξεγένετο, καὶ ἢν δοκέῃ σοι κλύζειν, τοῖσιν αὐτοῖσι κλύσον οἷσι καὶ τὸν ὑδεριῶντα. Ἢν δὲ βούλῃ, τοισίδε κλύζειν· ἐν μελικρήτου κοτύλῃ ποίην θαψίης ἐγξύσαι, εἶτα οὕτως ἐγκλύσαι. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
