# De affectionibus interioribus 45

Hippocrates, De affectionibus interioribus, Chapter 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/45

45. Ἄλλος εἰλεὸς ἰκτερώδης· ἐπιλαμβάνει μάλιστα μὲν θέρεος ὥρην ἐν ἑλώδεσι χωρίοισιν οὗτος, μᾶλλον δὲ ἀπὸ ὑδροποσίης· πολλοὶ δὲ ἤδη καὶ πρὸς τὸν ἥλιον εἱληθέντες τὸ νόσημα ἔλαβον, τὴν κεφαλὴν ἀλγήσαν τες. Ἀλλὰ παραπλήσια τοῖσι πρόσθεν πάσχουσι, πλὴν τῆς χροιῆς, καὶ γὰρ ὠχρὸς γίνεται οἷον σίδιον, καὶ οἱ ὀφθαλμοὶ ἔστιν ὅτε ἰκτέρου πίμπλανται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, θεραπεύειν χρὴ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν· διδόναι δὲ τὸ ἀπ’ ἐρεβίνθων λευκῶν ὕδωρ ἐψῶν πίνειν, καὶ ἐν τῷ οἴνῳ διακιρνᾷν καὶ διδόναι, καὶ τὴν κεφαλὴν αὐτέου καθαίρειν τῷ τετραγώνῳ. Οὗτος ἧσσον τοῦ προτέρου θανατώδης· καλέεται δὲ εἰλεὸς ἰκτερώδης.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
