# De affectionibus interioribus 51.1

Hippocrates, De affectionibus interioribus, Chapter 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/51.1

51. Περὶ ἰσχιάδος· ἰσχιὰς δὲ ἀπὸ τῶνδε τῶν ἀφορμῶν γίνεται μάλιστα τοῖσι πολλοῖσιν, ἢν εἱληθῇ ἐν τῷ ἡλίῳ πουλὺν χρόνον καὶ τὰ ἰσχία διαθερμανθῇ καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ ὑπὸ τοῦ καύματος τὸ ἐνεὸν ἐν τοῖσιν ἄρθροισιν. Ὡς δὲ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μοι τεκμήριον· ὁ γὰρ νοσέων στρέφεσθαι ἢ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἐν αὐτοῖσιν ἀλγηδόνος καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους· ἀλγέει δὲ μάλιστα τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ πλαγίων τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη ἐν τοῖσι βουβῶσι πλεῖστον χρόνον ἅμα καὶ τοῖσιν ἰσχίοισιν ὀξείη καὶ καυματώδης· κἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, ὑπὸ τἧς ἀλγηδόνες οἰμώζει ὁκόσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ φλέγματος καὶ ἀπὸ αἵματος, καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τούτων τῶν νουσημάτων· καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός. Ἀλλὰ χρὴ ὧδε μελετῇν τὸν ἀπὸ τοῦ ἡλίου ταύτην τὴν νοῦσον λαβόντα· ὑγραίνειν αὐτοῦ τὸ σῶμα τῇ πυριήσει καὶ ἀπὸ τῶν σιτίων καὶ ἀπὸ τῶν ποτῶν καὶ τῶν ἄλλων τῶν διδομένων, διδόναι δὲ χλιαρὰ καὶ ὑγρά· ταῦτα δὲ πάντα ἑφθά· σίτῳ δὲ χρεέσθω μάζῃ μαλθακῇ ἀτρίπτῳ· οἶνον δὲ πινέτω λευκὸν ὑδαρέα· καὶ τῷ σώματι ἡσυχίην ἐχέτω· ἢν δὲ καὶ δυνατὸς ᾖ ἀνίστασθαι, ὀλίγα περιπατεέτω ἑκάστης ἡμέρης· καὶ μὴ ῥιγούτω, καὶ λουέσθω μὴ πολλῷ. Καὶ ὁκόταν σοι δοκέῃ καλῶς ἔχειν καὶ ὑγρὸς εἶναι τὸ σῶμα, πυριῆσαι σφόδρα βληχρῇ τῇ πυρίῃ· μᾶλλον γὰρ ἀνήσει καὶ ἀνυγρανεῖ τὸ συμπεπηγὸς ἐκ τῶν ἄρθρων· εἶτα τῇ ὑστεραίῃ πῖσαι τοῦ κνιδίου κόκκου. Ἢν δὲ μὴ ὠφελήσῃ, κλύσαι τούτοισι χρὴ αὐτόν· τρίβειν κυμίνου ἡμικοτύλιον, σικύην ἄτμητον τῶν μικρῶν καὶ στρογγύλων ξυγκόψας ἐν τῷ ὅλμῳ, καὶ σήσας ὡς λεπτότατον νίτρου ἐρυθροῦ Αἰγυπτίου τεταρτημόριον μνᾶς, ὀπτήσας, τρίψας τε λεῖον, ταῦτα ἐμβάλλειν ἐς χυτρίδα, καὶ ἐγχέαι ἐλαίου κοτύλην, μέλιτος ἡμικοτύλιον, οἴνου λευκοῦ γλυκέος κοτύλην, καὶ σευτλίου χυλοῦ δύο κοτύλας· ταῦτα ἑψῇν, ἕως ἄν σοι δοκέῃ καλῶς ἔχειν τοῦ πάχεος· εἶτα διηθήσας δι’ ὀθονίου, παραμῖξαι αὐτοῖσι μέλιτος Ἀττικοῦ κοτύλην, ἢν μὴ βούλῃ ξυνεψεῖν τὸ μέλι· ἢν δὲ μὴ ἔχῃς Ἀττικὸν, κοτύλην τοῦ καλλίστου παραμίξας ἑψῆσαι ἐν θυείῃ· ἢν δὲ τὸ κλύσμα παχύτερον ᾖ, παραχέαι οἴνου τοῦ αὐτοῦ πρὸς τὸ πάχος τεκμαιρόμενος· ἐν τούτῷ κλύζειν. Εἶτα ἐῇν χρὴ μέχρι τριῶν ἡμερέων καθαίρεσθαι· ἢν δὲ πλείονας ἡμέρας καθαίρηται, τοῦ βοείου ἢ τοῦ αἰγείου γάλακτος τρεῖς κοτύλας δοῦναι ἐκπιεῖν· εἶτα τεῦτλα λιπαρὰ, περίπαστα, ἐν ἀρτύμασιν ἄναλτα, δοῦναι ἐσθίειν, Ἐκ ταύτης οὖν τῆς νούσου πολλοὶ ἤδη χωλοὶ ἐγένοντο. Ἢν δὲ ἀπὸ χολῆς ἡ νοῦσος γένηται, πῖσαι αὐτὸν ἐλλέβορον κάτω ἢ ὀπὸν σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν πτισάνης χυλὸν, μέλι παραχέων, δύο τρυβλία δοῦναι ἐκροφέειν· τῇ δὲ ὑστεραίῃ ἢ τῇ τρίτῃ πυριήσας γάλακτι ὀνείῳ ἑφθῷ ὑποκαθῆραι· ἐς ἑσπέρην δὲ τεύτλου λιπαροῦ δύο τρυβλία ἐκφαγέτω ἄλφιτα παραπάσας· οἶνον δὲ πινέτω λευκὸν, ὑδαρέα, γλυκὺν καὶ νῦν καὶ μετὰ τὴν τοῦ φαρμάκου κάθαρσιν. Ἢν δὲ ἀπὸ φλέγματος νοσέῃ, πῖσαι αὐτὸν τοῦ κνιδίου κόκκου ἢ τοῦ ἱππόφεω πυριήσας, μετὰ δὲ τὴν κάθαρσιν τὰ αὐτὰ χρὴ προσφέρειν καὶ ῥοφήματα καὶ ποτὰ καὶ γαλακτοποσίην· τὰς δὲ μεταξὺ τῶν ἡμερέων διαίτῃ χρεέσθω ὡς κουφοτάτῃ. Καὶ ἢν μὲν ὑπὸ τουτέων ὠφελῆται· ἢν δὲ μὴ, καῦσαι ᾳὐτὸν, τὰ μὲν ὀστώδεα μύκησι, τὰ δὲ σαρκώδεα σιδηρίοισι πολλὰς ἐσχάρας καὶ βαθείας. Ἢν δὲ ὑφ’ αἵματος νοσέῃ, πυριῆσαι, καὶ σικύην προσβάλλειν, καὶ φλεβοτομέειν τὰς ἐν τῇσιν ἰγνύῃσι φλέβας· ἢν δέ σοι δοκέῃ, καὶ τοῦ κνιδίου κόκκου πῖσαι αὐτόν· διαίτῃ δὲ χρεέσθω ὡς ξηροτάτῃ· οἶνον δὲ μᾶλλον μὲν μὴ πινέτω· ἢν δὲ ἄρα καὶ πίνειν θέλῃ, ὡς ἐλάχιστον καὶ ὑδαρέστατον δίδου, καὶ περιπατέειν ὀλίγα κέλευε· ἢν δὲ δυνατὸς ᾖ, πλεῖστα. Ξυμφέρει δὲ καὶ τῷ ἀπὸ τοῦ φλέγματος νοσέοντι τὰ τοιαῦτα ποιέειν. Ἢν δὲ μὴ δύνηται ἵστασθαι, ἐν τῇ κλίνῃ χρὴ περιφέρειν ὡς πυκνώτατα, ἀφ’ οὗ ἂν νοσέῃ, καὶ ἅπαντα ὁμοίως, ὅκως ἂν ἐντὸς μὴ ξυμφυῇ ὁ χόνδρος· ἢν δὲ ξυμφυῇ καὶ τὰ ἄρθρα ξυμπαγῇ, πᾶσα ἀνάγκη χωλὸν γενέσθαι τὸν ἄνθρωπον. Καὶ ἢν βούλῃ κλύσαι τὸν ἀπὸ τοῦ αἵμετος νοσέοντα, ὥστε αἷμα ἀπάγειν καὶ φλέγμα ἀπὸ τῶν ἰσχίων, τοῖσιδε δεῖ κλύζειν· ἁλὸς δραχμίδα τρίψας, παραμῖξαι ἐλαίου κοτύλην καὶ ἀπὸ κριθέων ἑφθῶν δύο κοτύλας, εἶτα οὕτω κλύζειν τοῦτον. Οὕτω μελετῶν τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ λίην ἐστὶ καὶ χρονίη.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
