# De affectionibus interioribus 54

Hippocrates, De affectionibus interioribus, Chapter 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-affectionibus-interioribus/54
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hippocrates/de-affectionibus-interioribus/54
CTS URN: urn:cts:greekLit:tlg0627.tlg032:54

54. Ἄλλος τέτανος· ὁ δὲ τέτανος ἧσσον θανατώδης ἢ οἱ πρόσθεν, γίνεται δὲ ἀπὸ τῶν αὐτῶν· πολλοὶ δὲ καὶ πεσόντες ἐς τὰ ὄπισθεν ἔλαβον τὸ νούσημα. Πάσχει οὖν τάδε· σπᾶται ὅλον τὸ σῶμα· ἐνίοτε δὲ καὶ ὅκη ἂν τύχῃ τοῦ σώματος σπᾶται· καὶ περιφοιτῇ μὲν τοπρῶτον· ἔπειτα τοῦ χρόνου προϊόντος ἐς τὴν κλίνην πίπτει, καὶ αὖθις ἀνῆκεν ὁ πόνος καὶ ὁ σπασμός· καὶ ἀναστὰς ἂν ἴσως περιέλθοι ὀλίγας ἡμέρας, ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Ταῦτα πάσχει καὶ μεταβάλλει συχνὸν χρόνον· καὶ ἤν τι φάγῃ, οὐ διαχωρέει κάτω, ἢν μὴ μόλις, καὶ ταῦτα ξυγκεκαυμένα, ἀλλ’ ἐν τοῖσι στήθεσιν ἔχεται τὸ σιτίον καὶ πνίγα παρέχει. Ταῦτον τοῖσιν αὐταῖσι θεραπεύων, οἷσι καὶ τοὺς πρόσθεν, τάχιστά ὑγιέα ποιήσεις· κλύζειν δὲ ἐν πτισάνῃ ἑφθῇ λεπτῇ καὶ μέλισι.

---

Hippocrates, De affectionibus interioribus, ed. Émile Littré. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg032.local001/.
