# De corde 12

Hippocrates, De corde, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-corde/12

Τὸ δ’ αὖ φερόμενον ἐκ τῆς δεξιῆς, ζυγοῦται μὲν καὶ τοῦτο τῇ ξυμβολῇ τῶν ὑμένων, πλὴν οὐ κάρτα ἔθρωσκεν ὑπὸ ἀσθενείης· ἀλλ’ ἀνοίγεται μὲν ἐς πνεύμονα, ὡς αἷμα παρασχεῖν αὐτῷ εἰς τὴν τροφὴν, κλείεται δὲ ἐς τὴν καρδίην οὐχ ἁρμῷ, ὅκως ἐσίῃ μὲν ὁ ἠὴρ, οὐ πάνυ δὲ πουλύς· ἀσθενὲς γὰρ ἐνταῦθα τὸ θερμὸν, δυναστευόμενον κρήματι ψυχροῦ· τὸ αἷμα γὰρ οὐκ ἐστὶ τῇ φύσει θερμὸν, οὐδὲ γὰρ ἄλλο τι ὕδωρ, ἀλλὰ θερμαίνεται· δοκέει δὲ τοῖσι πολλοῖσι φύσει θερμόν. Περὶ δὲ καρδίης τοιαῦτα εἰρήσθω.

---

Hippocrates, De corde, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg045.local001/.
