# De corde 8

Hippocrates, De corde, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-corde/8

Ἀγχοῦ δὲ τῆς ἐκφύσιος τῶν φλεβῶν σώματα τῇσι κοιλίῃσιν ἀμφιβεβήκασι, μαλθακὰ, σηραγγώδεα, ἃ κληΐσκεται μὲν οὔατα, τρήματα δὲ οὐκ ἔστιν οὐάτων· ταῦτα γὰρ οὐκ ἐνακούουσιν ἰαχῆς· ἔστι δὲ ὄργανα τοῖσιν ἡ φύσις ἁρπάζει τὸν ἠέρα. Καίτοι δοκέω τὸ ποίημα χειρώνακτος ἀγαθοῦ· κατασκεψάμενος γὰρ σχῆμα στερεὸν ἐσόμενον τὸ σπλάγχνον διὰ τὸ πιλητικὸν τοῦ ἐγχύματος, ἔπειτα πᾶν ἐὸν ἑλκτικὸν, παρέθηκεν αὐτέῳ φύσας, καθάπερ τοῖσι χοάνοισιν οἱ χαλκέες, ὥστε διὰ τουτέων χειροῦται τὴν πνοήν. Τεκμήριον δὲ τοῦ λόγου· τὴν μὲν γὰρ καρδίην ἴδοις ἂν ῥιπταζομένην οὐλομελῆ, τὰ δὲ οὔατα κατ’ ἰδίην ἀναφυσώμενά τε καὶ ξυμπίπτοντα.

---

Hippocrates, De corde, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg045.local001/.
