# De crisibus 39

Hippocrates, De crisibus, Chapter 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-crisibus/39

39. Ὑποστροφαὶ λαμβάνονται οἷς ἂν ἀπυρέτοισι γενομένοισιν ἀγρυπνίαι ἐῤῥωμέναι προσγίνωνται, ἢ ὕπνοι ταραχώδεες, ἢ ἀῤῥωστίη τοῦ σώματος, ἢ ἀλγήματα ἑνὸς ἑκάστου τῶν μελέων, καὶ ὅσοις ἂν οἱ πυρετοὶ παύσωνται, μήτε σημείων γενομένων λυτηρίων μήτ’ ἐν ἡμέρῃσι κρισίμῃσι· καὶ ἐὰν, ἐκλελοιπότος τοῦ πυρετοῦ καὶ ἱδρῶτος ἐπιγενομένου, πυῤῥὸν οὖρον οὐρήσῃ, λευκὴν ὑπόστασιν ἔχον, προσδέχου τούτοις ὑποστροφὴν πυρετοῦ αὐθημερόν· αὗται δὲ αἱ ὑποστροφαὶ πεμπταῖαι κρίνονται ἀκίνδυνοι. Καὶ ἢν, κρίσιος ἐκγενομένης, οὖρον ἐρυθρὸν οὐρήσῃ ὑπόστασιν ἔχον ἐρυθρὴν, καὶ τουτέοις ὑποστροφὴ γίνεται τοῦ πυρετοῦ αὐθημερὸν, καὶ ὀλίγοι ἐκ ταύτης σώζονται. Ὅταν ὑποστρέφῃ ὁ καῦσος, τὰ πολλὰ καὶ ἐξιδροῖ καὶ ἢν ἡμέρας λάβῃ ὑποστρέψας ὅσας τὸ πρῶτον· ὑποτροπιάζει δὲ καὶ τρὶς [ὁ] πυρετὸς, ἢν μὴ περισσῇ ἡμέρῃ ἀφῇ ὑποτροπιάσας. Τὰ πολλὰ ἐὰν, ἀπέπτων ἐόντον τῶν οὔρων, καὶ τῶν ἄλλων σημείων μὴ κατὰ λόγον ἐόντων, ἡ νοῦσος [μὴ] κρισίμῃ ἡμέρῃ [ἀφῇ,] ὑποτροπιάζει· ὁτὲ δὲ καὶ ὑποστρέφει ἐν κρισίμῃ ἡμέρῃ, τουτέων καταλειπομένων τοιούτων.

---

Hippocrates, De crisibus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg052.local001/.
