Ancient Greek
1.19 to 1.20
Hippocrates, De diaeta 1.19-20
Not analysed yet
19. Νακοδέψαι τείνουσι, τρίβουσι, κτενίζουσι, πλύνουσι, ταῦτα παιδίων θεραπηΐη. Πλοκέες ἄγοντες κύκλῳ πλέκουσιν, ἀπὸ τῆς ἀρχῆς ἐς τὴν ἀρχὴν τελευτῶσι· τοῦτο περίοδος ἐν τῷ σώματι, ὁκόθεν ἄρχεται, ἐπὶ τοῦτο τελευτᾷ. 20. Χρυσίον ἐργάζονται, κόπτουσι, πλύνουσι, τήκουσι πυρὶ μαλακῷ, ἰσχυρῷ δὲ οὐ συνίσταται· ἀπεργασάμενοι πρὸς πάντα χρῶνται· ἄνθρωπος σῖτον κόπτει, πλύνει, ἀλήθει, πυρώσας χρῆται, ἰσχυρῷ μὲν πυρὶ ἐν τῷ σώματι οὐ συνίσταται, μαλθακῷ δέ.