Ancient Greek
2.43 to 2.44
Hippocrates, De diaeta 2.43-44
Not analysed yet
43. Τίφη, ζειὰ κουφότερα πυρῶν, καὶ τὰ ἐξ αὐτῷν γενόμενα ὁμοίως τοῖς ἐκ τῶν πυρῶν, καὶ διαχωρητικὰ μᾶλλον. Βρόμος ὑγραίνει καὶ ψύχει ἐσθιόμενος. καὶ ῥόφημα γενόμενος. 44. Τὰ πρόσφατα ἄλφιτα καὶ ἄλητα ξηρότερα τῶν παλαιῶν, ὅτι ἔγγιον τοῦ πυρὸς καὶ τῆς ἐργασίης εἰσί· παλαιούμενα δὲ, τὸ μὲν θερμὸν ἐκπνέει, τὸ δὲ ψυχρὸν ἐπάγεται. Ἄρτοι θερμοὶ μὲν ξηραίνουσι, ψυχροὶ δὲ ἧσσον, ἕωλοι δέ τι ἧσσον, ἰσχνασίην δέ τινα παρέχουσιν.