# De humoribus 7

Hippocrates, De humoribus, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-humoribus/7

7. Τοῖσι κοπώδεσι τὸ σύμπαν, ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ γνάθους μάλιστα ἀποστάσιες γίνονται, ἐγγύς τι τῶν πόνων ἑκάστου, ἐπὶ τὸ ἄνω μᾶλλον καὶ τὸ σύμπαν· ἢν ἀργὸς ἡ νοῦσος ἔῃ καὶ κατάῤῥοπος, κάτω καὶ αἱ ἀποστάσιες· μάλιστα δὲ πόδες θερμοὶ κάτω σημαίνουσι, ψυχροὶ δὲ ἄνω. Οἷσι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, αὐτίκα δὲ χερσὶν ἢ ποσὶ πονήσασιν, ἐν τούτοισιν ἀφίστανται· ἀτὰρ καὶ ἤν τι προπεπονηκὸς ἔῃ, πρὶν ἢ νοσέειν, ἐς ταῦτα ἀποστηρίζεται, οἷον καὶ τοῖσιν ἐν Περίνθῳ βηχώδεσι καὶ κυναγχικοῖσιν· ποιέουσι γὰρ καὶ αἱ βῆχες ἀποστάσιας, ὥσπερ οἱ πυρετοί· ταῦτα κατὰ τὸν αὐτὸν λόγον συμβαινει ἢ ἀπὸ χυμῶν, ἢ σώματος συντήξιος καὶ ψυχῆς.

---

Hippocrates, De humoribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg015.local001/.
