# De liquidorum usu 3

Hippocrates, De liquidorum usu, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-liquidorum-usu/3

3. Θάλασσα δὲ, τοῖσι κνησμώδεσι καὶ δακνώδεσι, καὶ λούειν καὶ πυριῇν θερμῇ, τοῖσι μὲν ἀήθεσιν ὑπολιπαίνονται, πρὸς ἕλκεα δὲ πυρίκαυτα καὶ ἀποσύρματα καὶ ὅσα τοιαῦτα πολέμιον, ἐπιτήδειον δὲ τοῖσι καθαροῖσιν, ἀγαθὸν καὶ ἰσχναίνειν εὖ, ὡς τὰ τῶν ἁλιέων ἕλκεα· ταῦτα γὰρ οὐδ’ ἐκπυεῖ, ἢν μὴ ψαύῃ· καὶ πρὸς ὑποδεσμίδας· καὶ τὰ νεμόμενα παύει καὶ ἵστησιν, ὡς ἅλες καὶ ἁλμυρίδες καὶ λίτρον· πάντα δὲ ταῦτα σμικρῷ μὲν χρωμένῳ ἐρεθιστικὰ, προσνικῶντι δὲ ἀγαθά· βέλτιον δὲ θέρμη πρὸς τὰ πλεῖστα.

---

Hippocrates, De liquidorum usu, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg022.local001/.
